Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἐπαμεινώνδας ὁ τῶν Θηβαίων στρατηγὸς
[p. 276] ἔχων πρὸς Λακεδαιμονίους πόλεμον καὶ ἀρχαιρεσιῶν ἀγομένων ἧκεν ἐς πατρίδα, παραγγείλας
τῷ παιδὶ Στησιμβρότῳ μὴ συμβάλλειν.
Λακεδαιμόνιοι μαθόντες τὴν ἀπουσίαν ἐβλασφήμουν τὸν νεανίαν ὡς ἄνανδρον: ὁ δ᾽ ἀγανακτήσας καὶ
ἐπιλαθομενος τοῦ πατρὸς συνέβαλε καὶ ἐνίκησεν: ὁ δὲ πατὴρ βαρέως ἐνέγκας στεφανώσας
ἐτραχηλοκόπησεν, ὡς Κτησιφῶν ἱστορεῖ ἐν τρίτῳ Βοιωτιακῶν.
Ῥωμαῖοι πρὸς Σαμνίτας πόλεμον ἔχοντες ἐχειρο -
τόνησαν Μάλλιον τὸν
Ἐπιτάκτην ἐπικληθέντα. οὗτος διὰ χειροτονίαν ὑπατικὴν εἰς Ῥώμην
πορευόμενος τῷ θἱῷ προσέταξε μὴ συμβαλεῖν. οἱ δὲ
Σαμνῖται μαθόντες βλασφημίαις ἐξουδένιζον τὸν νεανίαν: ὁ δὲ ταραχθεὶς ἐνίκησεν Μάλλιος δ᾽
αὐτὸν ἐτραχηλοκόπησεν καθάπερ ἱστορεῖ
Ἀριστείδης Μιλήσιος.