Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν ιλιι τοῦ ναοῦ τῆς Ἀθηνᾶς ἐμπρησθέντος,
προσδραμὼν Ἶλος τὸ. διοπετὲς ἥρπασε παλλάδιον καὶ ἐτυφλώθη: οὐ γάρ ἐξῆν ὑπ᾽ ἀνδρὸς βλέπεσθαι:
ὕστερον δ᾽ ἐξιλασάμενος ἀνέβλεψεν ὡς Δέρκυλλος
ἐν πρώτῳ Κτίσεων.
Ἀντύλος ἀνὴρ τῶν ἐπισήμων πορευόμενος εἰς τὸ προάστειον ὑπὸ κοράκων ἐπεσχέθη παιόντων ταῖς πτέρυξι. φοβηθεὶς δὲ τὸν οἰωνὸν εἰς Ῥώμην
ὑπέστρεψεν. ἰδὼν δὲ τὸ τέμενος τῆς Ἑστίας
καιόμενον καὶ τὸ παλλάδιον ἁρπάσας ἐτυφλώθη ὕστερον
δ᾽ ἀνέβλεψεν ἐξιλασάμενος: ὡς Ἀριστείδης
Μιλήσιος Ἰταλικοῖς.
[p. 284]