previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

λοιμοῦ κατασχόντος Λακεδαίμονα, ἔχρησεν θεὸς παύσασθαι, ἐὰν παρθένον εὐγενῆ κατὰ ἔτος θύωσιν Ἑλένης δέ ποτε κληρωθείσης καὶ προαχθείσης κεκοσμημένης, ἀετὸς καταπτὰς ἥρπασε τὸ ξίφος καὶ ἐς τὰ βουκόλια κομίσας ἐπὶ δάμαλιν καθῆκεν: ὅθεν ἀπέσχοντο τῆς παρθενοκτονίας: ὡς Ἀριστόδημος ἐν τρίτῃ μυθικῇ συναγωγῇ.

λοιμοῦ κατασχόντος Φαλερίους καὶ φθορᾶς [p. 308] γενομένης, χρησμὸς ἐδόθη λωφῆσαι τὸ δεινόν, ἐὰν παρθένον τῇ Ἥρᾳ θύωσιν κατ᾽ ἐνιαυτόν. ἀεὶ δὲ τῆς δεισιδαιμονίας μενούσης κατὰ κλῆρον λαχομένη Οὐαλερία Λουπέρκα σπασαμένη τὸ ξίφος, ἀετὸς καταπτὰς ἥρπασε καὶ ἐπὶ τῶν ἐμπύρων ἔθηκε ῥάβδον μικρὰν ἔχουσαν σφῦραν, τὸ δὲ ξίφος ἐπέβαλε δαμάλει τινὶ παρὰ τὸν ναὸν βοσκομένῃ. νοήσασα δὲ παρθένος καὶ τὴν βοῦν θύσασα καὶ τὴν σφῦραν ἄρασα, κατ᾽ οἰκίαν περιῆλθε, καὶ τοὺς ἀσθενοῦντας ἠρέμα πλήττουσα διήγειρεν, ἐρρῶσθαι ἑνὶ ἑκάστῳ λέγουσα. ὅθεν καὶ νῦν τὸ μυστήριον τελεῖται: ὡς Ἀριστείδης ἐν ἐννεακαιδεκάτῳἸταλικῶν.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load focus Greek (Gregorius N. Bernardakis, 1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: