Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τάφρον ἄγων κύκλῳ περὶ τὴν χώραν ὁ Ἀριστόδημος, οὔτ᾽ ἀναγκαῖον
ἔργον οὔτε χρήσιμον, ἄλλως δὲ τρίβειν καὶ ἀποκναίειν πόνοις καὶ
ἀσχολίαις τοὺς πολίτας βουλόμενος: ἦν γὰρ
προστεταγμένον ἑκάστῳ μέτρων τινῶν ἀριθμὸν ἐκφέρειν τῆς γῆς. ... 1 ὡς
εἶδεν [p. 246] ἐπιόντα 2 τὸν Ἀριστόδημον, ἐξέκλινε καὶ
παρεκαλύψατο τῷ χιτωνίσκῳ τὸ πρόσωπον. ἀπελθόντος οὖν τοῦ Ἀριστοδήμου,
σκώπτοντες οἱ νεανίσκοι καὶ παίζοντες ἠρώτων, ὅ τι 3 δὴ μόνον ὑπ᾽ αἰδοῦς
φύγοι τὸν Ἀριστόδημον, πρὸς δὲ τοὺς ἄλλους
οὐδὲν πάθοι τοιοῦτον: ἡ δὲ καὶ μάλα μετὰ σπουδῆς ἀπεκρίνατο ‘μόνος
γάρ’ ἔφη ‘Κυμαίων Ἀριστόδημος ἀνήρ ἐστι.’ τοῦτο γὰρ 4 λεχθὲν
τὸ ῥῆμα πάντων μὲν ἥψατο, τοὺς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.