Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπιστρέψαντος αὐτοῦ
καὶ τοὺς στρατιώτας ἐπὶ διαρπαγῇ χρημάτων κελεύσαντος ἐπιχειρεῖν τῇ
πόλει, παντάπασι καταπλαγέντες οἱ βάρβαροι συνεχώρησαν ἐξελθεῖν ἐν 1 ἱματίῳ τοὺς ἐλευθέρους,
ὅπλα καὶ χρήματα καὶ ἀνδράποδα καὶ τὴν πόλιν καταλιπόντας. αἱ δὲ γυναῖκες οἰόμεναι τῶν μὲν ἀνδρῶν φωράσειν
ἕκαστον ἐξιόντα τοὺς πολεμίους, αὐτῶν δ᾽ οὐκ ἂν [p. 213]
ἅψασθαι, ξίφη λαβοῦσαι καὶ ἀποκρύψασαι συνεξέπιπτον τοῖς ἀνδράσιν.
ἐξελθόντων δὲ πάντων ὁ Ἀννίβας φρουρὰν Μασαισυλίων ἐπιστήσας ἐν τῷ
προαστείῳ συνεῖχεν αὐτούς, οἱ δ᾽ ἄλλοι τὴν πόλιν ἀτάκτως ἐμπεσόντες διήρπαζον. πολλῶν δ᾽ ἀγομένων, οἱ
Μασαισύλιοι καρτερεῖν οὐκ ἐδύναντο 2 βλέποντες
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.