Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πλοίῳ λέοντα μὲν ἔχοντι πρῴραθεν ἐπίσημον, ἐκ δὲ πρύμνης
δράκοντα, καὶ πολλὰ κακὰ τοὺς Λυκίους ἐποίει, καὶ πλεῦσαι τὴν θάλατταν
οὐκ ἦν οὐδὲ, τὰς ἐγγὺς θαλάττης πόλεις
οἰκεῖν, τοῦτον οὖν ἀποκτείνας ὁ Βελλεροφόντης φεύγοντα τῷ Πηγάσῳ
διώξας, ἐκβαλὼν δὲ καὶ τὰς Ἀμαζόνας, οὐδενὸς ἐτύγχανε τῶν [p. 211] δικαίων, ἀλλ᾽ ἦν ἀδικώτατος περὶ αὐτὸν Ἰοβάτης ὅθεν
εἰς τὴν θάλατταν ἐμβὰς εὔξατο 1 κατ᾽ αὐτοῦ τῷ Ποσειδῶνι τὴν χώραν ἄκαρπον
γενέσθαι καὶ ἀνόνητον. εἶθ᾽ ὁ μὲν ἀπῄει κατευξάμενος, κῦμα δὲ
διαρθὲν ἐπέκλυζε τὴν γῆν: καὶ θέαμα δεινὸν
ἦν, ἑπομένης μετεώρου τῆς θαλάττης καὶ ἀποκρυπτούσης
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.