Click on a word to bring up parses, dictionary entries, and frequency statistics
διεργάσασθαι τὸν ἄνδρα.
παρασκευαζομένη δὲ καὶ πορίζουσα καὶ διαπειρωμένη πολλῶν δυνάμεων οὐκ
ἔλαθεν ἀλλ᾽ ἐμηνύθη: καὶ γενομένων ἐλέγχων, [p. 231] Καλβία
μὲν ἡ τοῦ Νικοκράτους μήτηρ, φύσει φονικὴ γυνὴ καὶ ἀπαραίτητος, εὐθὺς
ᾤετο δεῖν ἀναιρεῖν αἰκισαμένην 1 τὴν Ἀρεταφίλαν τοῦ δὲ
Νικοκράτους μέλλησιν ἐνεποίει τῇ ὀργῇ καὶ ἀσθένειαν ὁ ἔρως,
καὶ τὸ τὴν Ἀρεταφίλαν ἐρρωμένως ὁμόσε
χωρεῖν ταῖς κατηγορίαις ἀμύνουσαν ἑαυτῇ πρόφασίν τινα τῷ πάθει
παρεῖχεν. ἐπεὶ δὲ κατελαμβάνετο τοῖς ἐλέγχοις καὶ τὴν παρασκευὴν τῆς
φαρμακείας ἑώρα
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.