Πλειστάρχου
Πλείσταρχος ὁ1 Λεωνίδου πρὸς τὸν ἐπερωτήσαντα, διὰ τίνα αἰτίαν οὐκ ἀπὸ τῶν πρώτων βασιλέων προσαγορεύονται, ‘ὅτι,’ ἔφη, ‘ἐκεῖνοι μὲν ἄγαν2 βασιλεύειν ἔχρῃζον, οἱ δ᾽ ἐκείνων ὕστεροι οὐδαμῶς.’
Συνηγόρου δέ τινος γελοῖα λέγοντος, ‘οὐ φυλάξῃ, ὦ ξένε,’ ἔφη, ‘συνεχῶς γελοιάζων, ὅπως μὴ γελοῖος γένῃ, ὥσπερ καὶ οἱ συνεχῶς παλαίοντες παλαισταί;’
3 Πρὸς δὲ τὸν ἀηδόνα μιμούμενον, ‘ἥδιον,’ ἔφη, ‘ὦ ξένε, αὐτῆς ἄκουσα τῆς ἀηδόνος. ’
λέγοντος δέ τινος ὅτι κακολόγος τις αὐτὸν ἐπῄνει, ‘θαυμάζω,’ ἔφη, ‘εἰ μή τις αὐτῷ εἶπεν ὅτι ἀπέθανον: ζῶντα γὰρ ἐκεῖνος οὐδένα καλῶς λέξαι δύναται.’