This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἧκόν ποτε κατὰ πρεσβείαν Λάκωνες πρὸς Λύγδαμιν τὸν τύραννον: ὡς δ᾽ ἐκεῖνος ὑπερτιθέμενος πολλάκις συντυχεῖν ἀνεβάλλετο, τὸ δ᾽ ἐπὶ πᾶσι μαλακῶς ἔχειν αὐτὸν ἔφη τις, οἱ πρέσβεις, ‘λέγε αὐτῷ,’ εἶπον, ‘ὅτι μὰ τοὺς θεοὺς οὐ παλαισόμενοι πρὸς αὐτὸν ἐληλύθαμεν, ἀλλὰ διαλεχθησόμενοι.’