Click on a word to bring up parses, dictionary entries, and frequency statistics
περιταφρευόντων δὲ τῶν πολεμίων τὸ στρατόπεδον αὐτοῦ διὰ τὸ πλῆθος, καὶ Νεκτανάβιος,1 ᾧ συνεμάχει, ἀξιοῦντος ἐπεξιέναι καὶ διαμάχεσθαι, οὐκ ἔφη διακωλύσειν2 τοὺς πολεμίους ἴσους αὐτοῖς γενέσθαι βουλομένους. ἔτι δὲ μικρὸν ἀπολιπούσης τῆς τάφρου συνάψαι, κατὰ τοῦτο παρατάξας τὸ διαλεῖπον καὶ πρὸς ἴσους ἴσοις ἀγωνισάμενος [p. 284] τροπὴν ἐποιήσατο καὶ πολὺν φόνον τῶν πολεμίων ὀλίγοις τοῖς περὶ αὑτὸν στρατιώταις καὶ χρήματα πολλὰ τῇ πόλει διεπέμψατο.
1 Νεκτανάβιος Wyttenbach (as in the Life of Agesilaus, chaps. xxxvii.-xxxix.): νεκτάβιος.
2 διακωλύσειν Hatzidakis and E. Kurtz (from Moralia, 191 d): διακωλύειν.