previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀνταλκίδου


Ἀνταλκίδας ἐν Σαμοθρᾴκῃ μυούμενος, [p. 300] ἐρωτηθεὶς ὑπὸ τοῦ ἱερέως τί δεινότερον δέδρακεν ἐν τῷ βίῳ, ‘εἴ τί μοι πέπρακται τοιοῦτον, εἴσονται,’ εἶπεν, ‘αὐτοὶ οἱ θεοί.’


πρὸς δὲ τὸν ἀμαθεῖς καλοῦντα τοὺς Λακεδαιμονίους Ἀθηναῖον, ‘μόνοι γοῦν,’ εἶπεν, ‘ἡμεῖς οὐδὲν μεμαθήκαμεν παρ᾽ ὑμῶν κακόν.’


ἑτέρου δ᾽ Ἀθηναίου πρὸς αὐτὸν εἰπόντος, ‘ἀλλὰ μὴν ἡμεῖς ἀπὸ τοῦ Κηφισοῦ πολλάκις ὑμᾶς ἐδιώξαμεν,’ ‘ἡμεῖς δέ,’ ἔφη, ‘οὐδέποτε ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα.’


ἐρωτηθεὶς δὲ πῶς ἄν τις μάλιστα ἀρέσκοι τοῖς ἀνθρώποις, ‘εἰ ἥδιστα μέν,’ ἔφη, ‘αὐτοῖς διαλέγοιτο, ὠφελιμώτατα δὲ προσφέροιτο.’


σοφιστοῦ δὲ μέλλοντος ἀναγινώσκειν ἐγκώμιον Ἡρακλέους, ‘τίς γὰρ αὐτόν,’ ἔφη, ‘ψέγει;’ν


πρὸς Ἀγησίλαον πληγέντα ἐν μάχῃ ὑπὸ Θηβαίων, ‘ἀπέχεις,’ εἶπε, ‘τὰ διδασκάλια, μὴ βουλομένους αὐτοὺς μηδ᾽ ἐπισταμένους μάχεσθαι διδάξας.’ ἐδόκουν γὰρ ταῖς συνεχέσιν ἐπ᾽ αὐτοὺς τοῦ Ἀγησιλάου στρατείαις μάχιμοι γεγονέναι.


τείχη δὲ ἔλεγεν εἶναι τῆς Σπάρτης τοὺς νέους, ὅρια δὲ τὰς ἐπιδορατίδας.


πρὸς δὲ τὸν ἐπιζητοῦντα διὰ τί1 ἐγχειριδίοις βραχέσι κατὰ πόλεμον χρῶνται Λακεδαιμόνιοι, ‘διότι,’ εἶπε, ‘πλησίον τοῖς πολεμίοις μαχόμεθα.’ [p. 302]

1 διὰ τί F.C.B. (the usual formula): ὅτι.

load focus English (Frank Cole Babbitt, 1931)
load focus English (Goodwin, 1874)
load focus Greek (Gregorius N. Bernardakis, 1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: