Ἐυδαμίδου τοῦ Ἀρχιδάμου
Εὐδαμίδας ὁ Ἀρχιδάμου, ἀδελφὸς δὲ Ἄγιδος, ἰδὼν Ξενοκράτην ἐν Ἀκαδημείᾳ1 πρεσβύτερον ἤδη [p. 320] μετὰ τῶν γνωρίμων φιλοσοφοῦντα, ἐπύθετο τίς ὁ πρεσβύτης: φαμένου δέ τινος ὅτι σοφὸς ἀνὴρ καὶ τῶν ζητούντων τὴν ἀρετήν, ‘καὶ πότε,’ ἔφη, ‘χρήσεται αὐτῇ, ἐὰν ἄρτι ζητῇ;’
ἀκούσας δὲ φιλοσόφου διαλεχθέντος ὅτι μόνος ἀγαθὸς στρατηγὸς ὁ σοφός ἐστιν, ‘ὁ μὲν λόγος,’ ἔφη, ‘θαυμαστός: ὁ δὲ λέγων ἄπιστος: οὐ γὰρ περισεσάλπισται.2’
τὴν θέσιν δὲ Ξενοκράτους εἰρηκότος καὶ καταπαυομένου, παρῆν ὁ Εὐδαμίδας: ὡς δ᾽ εἶπέ τις τῶν μετ᾽ αὐτοῦ ‘ὅτε πάρεσμεν ἡμεῖς, τότε πέπαυται:’ ‘καλῶς γε,3’ ἔφη, ‘εἴπερ ἤδη ἔλεξε ταῦτα ἃ ἔχρῃζε:’ τοῦ δ᾽ εἰπόντος ‘καλὸν ἦν ἀκοῦσαι ἦ’ ‘καὶ πρὸς δεδειπνηκότα μολόντες,’ εἶπεν, ‘ἠξιοῦμεν ἂν4 πάλιν αὐτὸν δειπνεῖν;’
πυνθανομένου δέ τινος διὰ τί, τῶν πολιτῶν αἱρουμένων τὸν πρὸς Μακεδόνας πόλεμον, αὐτὸς ἡσυχίαν ἄγειν δοκιμάζει, ‘ὅτι,’ ἔφη, ‘οὐ χρῄζω ψευδομένους αὐτοὺς ἐλέγξαι.’
ἑτέρου δὲ προφερομένου τὰ κατὰ Περσῶν ἀριστεῖα καὶ προτρέποντος ἐπὶ τὸν πόλεμον, ‘ἀγνοεῖν,’ ἔφη, ‘μοι δοκεῖς γε ὅτι ταὐτόν ἐστι5 χιλίων προβάτων κρατήσαντα πεντήκοντα λύκοις μάχεσθαι.’
Ψάλτου δέ τινος εὐημερήσαντος, ἠρώτησαν αὐτὸν ποδαπός τις αὐτῷ δοκεῖ εἶναι, ‘μέγας,’ ἔφη, ‘κηληκτὰς ἐν μικρῷ πράγματι.’ [p. 322]
ἐπαινοῦντος δέ τινος τὰς Ἀθήνας, ἔφη, ‘καὶ τίς ἂν ταύτην τὴν πόλιν δεόντως ἐπαινοίη, ἣν οὐδεὶς ἔστερξε γενόμενος βελτίων;’ν
Ἀργείου δέ τινος λέγοντος, ὡς φαυλότεροι γίγνονται κατὰ τὰς ἀποδημίας οἱ Λάκωνες ἐξιστάμενοι τῶν πατρίων νόμων, ‘ἀλλ᾽ οὐχ ὑμεῖς γε,’ ἔφη, ‘εἰς τὴν Σπάρτην ἐλθόντες χείρονες ἀλλὰ βελτίονες γίνεσθε.’
Ἀλεξάνδρου δὲ κηρύξαντος ἐν Ὀλυμπίᾳ κατιέναι τοὺς φυγάδας ἅπαντας εἰς τὴν ἰδίαν πλὴν Θηβαίων, ‘ἀτυχὲς μέν,’ ἔφη, ‘ὦ Θηβαῖοι, τὸ κήρυγμα ἀλλ᾽ ἔνδοξον: μόνους γὰρ ὑμᾶς φοβεῖται Ἀλέξα’ νδρος.
ἐρωτηθεὶς δὲ τίνος ἕνεκα πρὸ τῶν κινδύνων ταῖς Μούσαις σφαγιάζουσιν, ‘ὅπως,’ ἔφη, ‘αἱ πράξεις λόγων ἀγαθῶν τυγχάνωσιν.’