previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπὶ τούτῳ μέγα φρονήσαντες οἱ Πομπηΐου διὰ μάχης ἔσπευδον κριθῆναι. Πομπήϊος δὲ τοῖς μὲν ἔξω βασιλεῦσι καὶ στρατηγοῖς καὶ πόλεσιν ὡς νενικηκὼς ἔγραφε, τὸν δὲ τῆς μάχης κίνδυνον ὠρρώδει, τῷ χρόνῳ καὶ ταῖς ἀπορίαις καταπολεμήσειν νομίζων ἄνδρας ἀμάχους μὲν ἐν τοῖς ὅπλοις καὶ συνειθισμένους νικᾶν μετ᾽ ἀλλήλων πολὺν ἤδη χρόνον, [2] πρὸς δὲ τὴν ἄλλην στρατείαν καὶ πλάνας καὶ μεταβάσεις καὶ τάφρων ὀρύξεις καὶ τειχῶν οἰκοδομίας ἀπαγορεύοντας ὑπὸ γήρως, καὶ διὰ τοῦτο ταῖς χερσὶν ἐμφῦναι τάχιστα καὶ συμπλακῆναι σπεύδοντας, οὐ μὴν ἀλλὰ πρότερον ἁμῶς γέ πως παρῆγε πείθων τοὺς περὶ αὐτὸν ἀτρεμεῖν Πομπήϊος: ἐπεὶ δὲ μετὰ τὴν μάχην Καῖσαρ ὑπὸ τῶν ἀποριῶν ἀναστὰς ἐβάδιζε δι᾽ Ἀθαμάνων εἰς Θετταλίαν, οὐκέτι καθεκτὸν ἦν τὸ φρόνημα τῶν ἀνδρῶν , [3] ἀλλὰ φεύγειν Καίσαρα βοῶντες οἱ μὲν ἀκολουθεῖν καὶ διώκειν ἐκέλευον, οἱ δὲ διαβαίνειν εἰς Ἰταλίαν, οἱ δὲ θεράποντας εἰς Ῥώμην καὶ φίλους ἔπεμπον οἰκίας προκαταληψομένους ἐγγὺς ἀγορᾶς ὡς αὐτίκα μετιόντες ἀρχάς, ἐθελονταὶ δὲ πολλοὶ πρὸς Κορνηλίαν ἔπλεον εἰς Λέσβον εὐαγγελιζόμενοι πέρας ἔχειν τὸν πόλεμον: ἐκεῖ γὰρ αὐτὴν ὑπεξέπεμψεν Πομπήϊος.

[4] ἀθροισθείσης δὲ βουλῆς Ἀφράνιος μὲν ἀπεφαίνετο γνώμην ἔχεσθαι τῆς Ἰταλίας, ταύτην γὰρ εἶναι τοῦ πολέμου τὸ μέγιστον ἆθλον, [p. 288] προστιθέναι δὲ τοῖς κρατοῦσιν εὐθὺς Σικελίαν, Σαρδόνα, Κύρνον, Ἰβηρίαν, Γαλατίαν ἅπασαν ἧς τε δὴ πλεῖστος λόγος Πομπηΐῳ πατρίδος ὀρεγούσης χεῖρας ἐγγύθεν, οὐ καλῶς ἔχειν περιορᾶν προπηλακιζομένην καὶ δουλεύουσαν οἰκέταις καὶ κόλαξι τυράννων, [5] αὐτὸς δὲ Πομπήϊος οὔτε πρὸς δόξαν ἡγεῖτο καλὸν αὑτῷ δευτέραν φυγὴν φεύγειν Καίσαρα καὶ διώκεσθαι, τῆς τύχης διώκειν διδούσης, οὔτε ὅσιον ἐγκαταλιπεῖν Σκηπίωνα καὶ τοὺς περὶ τὴν Ἑλλάδα καὶ Θετταλίαν ἄνδρας ὑπατικούς, εὐθὺς ὑπὸ Καίσαρι γενησομένους μετὰ χρημάτων καὶ δυνάμεων μεγάλων, τῆς δὲ Ῥώμης μάλιστα κήδεσθαι τὸν ἀπωτάτω πολεμοῦντα περὶ αὐτῆς, ὅπως ἀπαθὴς κακῶν οὖσα καὶ ἀνήκοος περιμένῃ τὸν κρατοῦντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: