previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Λεπίδῳ δὲ οὐδὲν ὅμοιος στρατηγὸς Ἰβηρίαν κατέχων Σερτώριος ἐπῃωρεῖτο Ῥωμαίοις φοβερός, ὥσπερ ἐπ᾽ ἔσχατον1 νόσημα τῶν ἐμφυλίων πολέμων εἰς τοῦτον τὸν ἄνδρα συνερρυηκότων, πολλοὺς μὲν ἤδη τῶν ἐλαττόνων [p. 156] στρατηγῶν ἀνῃρηκότα, Μετέλλῳ δὲ Πίῳ τότε συμπεπλεγμένον, [2] ἀνδρὶ λαμπρῷ μὲν καί πολεμικῷ, δοκοῦντι δὲ ἀργότερον ὑπὸ γήρως ἕπεσθαι τοῖς καιροῖς τοῦ πολέμου, καί ἀπολείπεσθαι τῶν πραγμάτων ἁρπαζομένων ὀξύτητι καί τάχει, τοῦ Σερτωρίου παραβόλως καί λῃστρικώτερον αὐτῷ προσφερομένου, καί ταράττοντος ἐνέδραις καί περιδρομαῖς ἄνδρα νομίμων ἀθλητὴν ἀγώνων καί δυνάμεως στασίμου καί βαρείας ἡγεμόνα, [3] πρὸς ταῦτα Πομπήϊος ἔχων τὴν στρατιὰν ὑφ᾽ ἑαυτῷ διεπράττετο Μετέλλῳ πεμφθῆναι βοηθός: καί Κάτλου κελεύοντος οὐ διέλυεν, ἀλλ᾽ ἐν τοῖς ὅπλοις ἦν περὶ τὴν πόλιν, ἀεί τινας ποιούμενος προφάσεις, ἕως ἔδωκαν αὐτῷ τὴν ἀρχὴν Λευκίου Φιλίππου γνώμην εἰπόντος. [4] ὅτε καί φασιν ἐν συγκλήτῳ πυθομένου τινὸς καί θαυμάζοντος εἰ Πομπήϊον ἀνθύπατον οἴεται δεῖν ἐκπεμφθῆναι Φίλιππος: ‘οὐκ ἔγωγε,’ φάναι τὸν Φίλιππον, ‘ ἀλλ᾽ ἀνθ᾽ ὑπάτων,’ ὡς ἀμφοτέρους τοὺς τότε ὑπατεύοντας οὐδενὸς ἀξίους ὄντας.

1 ἐπ᾽ ἔσχατον Stephanus, Coraës, and S: ἔσχατον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: