previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἤδη δὲ καὶ Καῖσαρ ἐπεφύετο τοῖς πράγμασιν ἐρρωμενέστερον, αὐτὸς μὲν οὐκέτι μακρὰν τῆς Ἰταλίας ἀπαίρων, εἰς δὲ τὴν πόλιν ἀεὶ τοὺς στρατιώτας ἀποστέλλων [p. 268] ἀρχαιρεσιάσοντας, χρήμασι δὲ πολλοὺς ὑποικουρῶν καὶ διαφθείρων ἄρχοντας: ὧν καὶ Παῦλος ἦν ὕπατος ἐπὶ χιλίοις καὶ πεντακοσίοις ταλάντοις μεταβαλόμενος, καὶ Κουρίων δήμαρχος ἀμηχάνων πλήθει δανείων ἐλευθερωθεὶς ὑπ᾽ αὐτοῦ, καὶ Μάρκος Ἀντώνιος διὰ φιλίαν Κουρίωνος ὧν ὠφελεῖτο μετέχων, [2] ἐλέχθη μὲν οὖν ὅτι τῶν ἀφιγμένων τις ἀπὸ Καίσαρος ταξιαρχῶν ἑστὼς παρὰ τὸ βουλευτήριον, καὶ πυθόμενος ὡς οὐ δίδωσιν βουλὴ Καίσαρι χρόνον τῆς ἀρχῆς, εἶπεν ἐπικρούων τῇ χειρὶ τὸ ξίφος, ‘ἀλλὰ τοῦτο δώσει.’ καὶ τὰ πραττόμενα καὶ τὰ παρασκευαζόμενα ταύτην εἶχε τὴν διάνοιαν.

[3] αἱ μέντοι Κουρίωνος ἀξιώσεις καὶ παρακλήσεις ὑπὲρ Καίσαρος ἐφαίνοντο δημοτικώτεραι. δυεῖν γὰρ ἠξίου θάτερον, καὶ Πομπήϊον ἀπαιτεῖν μηδὲ Καίσαρος ἀφαιρεῖσθαι τὸ στρατιωτικόν γὰρ ἰδιώτας γενομένους ἐπὶ τοῖς δικαίοις μένοντας ἀντιπάλους ἐφ᾽ οἷς ἔχουσιν ἀτρεμήσειν δὲ τὸν ἕτερον ἀσθενῆ ποιῶν ἣν φοβεῖται δύναμιν διπλασιάζει, [4] πρὸς ταῦτα Μαρκέλλου τοῦ ὑπάτου λῃστὴν ἀποκαλοῦντος τὸν Καίσαρα, καὶ ψηφίζεσθαι πολέμιον κελεύοντος εἰ μὴ καταθήσεται τὰ ὅπλα, Κουρίων ὅμως ἴσχυσε μετὰ Ἀντωνίου καὶ Πείσωνος ἐξελέγξαι τὴν σύγκλητον, ἐκέλευσε γὰρ μεταστῆναι τοὺς Καίσαρα μόνον τὰ ὅπλα καταθέσθαι κελεύοντας, Πομπήϊον δὲ ἄρχειν: καὶ μετέστησαν οἱ πλείους. [5] αὖθις δὲ μεταστῆναι κελεύσαντος ὅσοις ἀμφοτέρους [p. 270] ἀρέσκει τὰ ὅπλα καταθέσθαι καὶ μηδέτερον ἄρχειν, Πομπηΐῳ μὲν εἴκοσι καὶ δύο μόνον, Κουρίωνι δὲ πάντες οἱ λοιποὶ προσέθεντο. κἀκεῖνος μὲν ὡς νενικηκὼς λαμπρὸς ὑπὸ χαρᾶς εἰς τὸν δῆμον ἐξήλατο, κρότῳ καὶ βολαῖς στεφάνων καὶ ἀνθῶν δεξιούμενον αὐτόν, ἐν δὲ τῇ βουλῇ Πομπήϊος οὐ παρῆν οἱ γὰρ ἄρχοντες στρατοπέδων εἰς τὴν πόλιν οὐκ εἰσίασι. [6] Μάρκελλος δὲ ἀναστὰς οὐκ ἔφη λόγων ἀκροάσεσθαι καθήμενος, ἀλλ᾽ ὁρῶν ὑπερφαινόμενα τῶν Ἄλπεων ἤδη δέκα τάγματα βαδίζειν, καὶ αὐτὸς ἐκπέμψειν τὸν ἀντιταξόμενον αὐτοῖς ὑπὲρ τῆς πατρίδος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: