previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα πράττων ἐν Σικελίᾳ καὶ πολιτευόμενος ἐδέξατο δόγμα συγκλήτου καὶ γράμματα Σύλλα κελεύοντα εἰς Λιβύην πλεῖν καὶ πολεμεῖν Δομετίῳ κατὰ κράτος, ἠθροικότι πολλαπλασίαν δύναμιν ἧς ἔχων Μάριος οὐ πάλαι διεπέρασεν ἐκ Λιβύης εἰς Ἰταλίαν καὶ συνέχει τὰ Ῥωμαίων πράγματα, τύραννος ἐκ φυγάδος καταστάς. [2] ὀξέως οὖν ἅπαντα παρασκευασάμενος Πομπήϊος Σικελίας μὲν ἄρχοντα Μέμμιον κατέλιπε τὸν ἄνδρα τῆς ἀδελφῆς, αὐτὸς δὲ ἀνήγετο ναυσὶ μὲν μακραῖς ἑκατὸν εἴκοσι, φορτηγοῖς δὲ σῖτον καὶ βέλη καὶ χρήματα καὶ μηχανὰς κομιζούσαις ὀκτακοσίαις. κατασχόντι δὲ αὐτῷ ταῖς μὲν εἰς Ἰτύκην ναυσί, ταῖς δὲ εἰς Καρχηδόνα, τῶν πολεμίων ἀποστάντες ἑπτακισχίλιοι προσεχώρησαν, αὐτὸς δὲ ἦγεν ἓξ ἐντελῆ τάγματα.

[3] συμβῆναι δὲ αὐτῷ πρᾶγμα γελοῖον ἱστοροῦσι. στρατιῶται γάρ τινες, ὡς ἔοικε, θησαυρῷ περιπεσόντες ἔλαβον συχνὰ χρήματα, τοῦ δὲ πράγματος γενομένου φανεροῦ δόξα τοῖς ἄλλοις παρέστη πᾶσι χρημάτων μεστὸν εἶναι τὸν τόπον ἐν ταῖς ποτε τύχαις τῶν Καρχηδονίων ἀποτεθειμένων. [4] οὐδὲν οὖν Πομπήϊος εἶχε χρῆσθαι τοῖς στρατιώταις ἐπὶ πολλὰς ἡμέρας θησαυροὺς ζητοῦσιν, ἀλλὰ περιῄει γελῶν καὶ θεώμενος ὁμοῦ μυριάδας τοσαύτας ὀρυσσούσας καὶ στρεφούσας [p. 142] τὸ πεδίον, ἕως ἀπειπόντες ἐκέλευον αὑτοὺς ἄγειν ὅπη βούλεται τὸν Πομπήϊον, ὡς δίκην ἱκανὴν τῆς ἀβελτερίας δεδωκότας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: