previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀμέλει δὲ καὶ τὰ ἔργα ταχέως αὑτὸν ἀπεκάλυπτε, πανταχοῦ γὰρ ἐκτιθεὶς διαγράμματα τοὺς στρατιώτας ἀνεκαλεῖτο καὶ μετεπέμπετο τοὺς ὑπηκόους δυνάστας καὶ βασιλεῖς ὡς ἑαυτόν, ἐπιών τε τὴν χώραν οὐδὲν ἀκίνητον εἴα τῶν ὑπὸ τοῦ Λευκόλλου γεγονότων, ἀλλὰ καὶ [p. 194] κολάσεις ἀνῆκε πολλοῖς καὶ δωρεὰς ἀφείλετο καὶ πάντα ὅλως ἔπραττεν ἐπιδεῖξαι τὸν ἄνδρα φιλονεικῶν τοῖς θαυμάζουσιν οὐδενὸς ὄντα κύριον. [2] ἐγκαλοῦντος δ᾽ ἐκεῖνον διὰ τῶν φίλων, ἔδοξε συνελθεῖν εἰς ταὐτό: καὶ συνῆλθον περὶ τὴν Γαλατίαν. οἷα δὲ μεγίστων στρατηγῶν καὶ μέγιστα κατωρθωκότων δάφναις ἀνεστεμμένας ἔχοντες ὁμοῦ καὶ τὰς ῥάβδους οἱ ὑπηρέται ἀπήντων ἀλλὰ Λεύκολλος μὲν ἐκ τόπων χλοερῶν καὶ κατασκίων προσῄει, Πομπήϊος δὲ πολλὴν ἄδενδρον καὶ κατεψυγμένην ἔτυχε διεληλυθώς. [3] ἰδόντες οὖν οἱ τοῦ Λευκόλλου ῥαβδοφόροι τὸν Πομπηΐου τὰς δάφνας ἀθαλλεῖς καὶ μεμαραμμένας παντάπασιν, ἐκ τῶν ἰδίων προσφάτων οὐσῶν μεταδιδόντες ἐπεκόσμησαν καὶ κατέστεψαν τὰς ἐκεῖνον ῥάβδους. σημεῖον ἔδοξεν εἶναι τοῦ τὰ Λευκόλλου νικητήρια καὶ τὴν δόξαν οἰσόμενον ἔρχεσθαι Πομπήϊον: [4] ἦν δὲ Λεύκολλος μὲν ἐν ὑπατείας τε τάξει καὶ καθ᾽ ἡλικίαν πρεσβύτερος, τὸ δὲ τὸν Πομπηΐου μεῖζον ἀξίωμα τοῖς δνσὶ θριάμβοις. οὐ μὴν ἀλλὰ τὴν πρώτην ἔντευξιν ὡς ἐνῆν μάλιστα πολιτικῶς καὶ φιλοφρόνως ἐποιήσαντο, μεγαλύνοντες ἀλλήλων τὰ ἔργα καὶ συνηδόμενοι τοῖς κατορθώμασιν ἐν δὲ τοῖς λόγοις πρὸς οὐδὲν ἐπιεικὲς οὐδὲ μέτριον συμβάντες, ἀλλὰ καὶ λοιδορήσαντες, μὲν εἰς φιλαργυρίαν τὸν Λεύκολλον, δὲ εἰς φιλαρχίαν ἐκεῖνον, ὑπὸ τῶν φίλων μόλις διελύθησαν.

[5] καὶ Λεύκολλος μὲν ἐν Γαλατίᾳ διέγραψε χώρας τῆς αἰχμαλώτου καὶ δωρεὰς ἄλλας οἷς ἐβούλετο, Πομπήϊος δὲ μικρὸν ἀπωτέρω στρατοπεδεύσας ἐκώλυε προσέχειν αὐτῷ, καὶ τοὺς στρατιώτας [p. 196] ἅπαντας ἀφείλετο πλὴν χιλίων ἑξακοσίων, οὓς ἐνόμιζεν ὑπ᾽ αὐθαδείας ἀχρήστους μὲν ἑαυτῷ, τῷ Λευκόλλῳ δὲ δυσμενεῖς εἶναι, [6] πρὸς δὲ τούτοις διασύρων τὰ ἔργα ἐμφανῶς ἔλεγε τραγῳδίαις καὶ σκιαγραφίαις πεπολεμηκέναι βασιλικαῖς τὸν Λεύκολλον, αὑτῷ δὲ πρὸς ἀληθινὴν καὶ σεσωφρονισμένην τὸν ἀγῶνα λείπεσθαι δύναμιν, εἰς θυρεοὺς καὶ ξίφη καὶ ἵππους Μιθριδάτου καταφεύγοντος, ἀμυνόμενος δὲ Λεύκολλος εἰδώλῳ καὶ σκιᾷ πολέμου τὸν Πομπήϊον ἔφη μαχούμενον βαδίζειν, εἰθισμένον ἀλλοτρίοις νεκροῖς, ὥσπερ ὄρνιν ἀργόν, ἐπικαταίρειν καὶ λείψανα πολέμων σπαράσσειν. [7] οὕτω γὰρ αὑτὸν ἐπιγράψαι Σερτωρίῳ, Λεπίδῳ, τοῖς Σπαρτακείοις, τὰ μὲν Κράσσου, τὰ δὲ Μετέλλου, τὰ δὲ Κάτλου κατωρθωκότος. ὅθεν οὐ θαυμάζειν εἰ τῶν Ἀρμενιακῶν καὶ Ποντικῶν πολέμων ὑποβάλλεται τὴν δόξαν, ἄνθρωπος ἑαυτὸν εἰς δραπετικὸν θρίαμβον ἁμῶς γέ πως ἐμβαλεῖν μηχανησάμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: