previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ τῆς Ἰβηρίας ἁψάμενος Πομπήϊος, οἷα φιλεῖ πρὸς νέου δόξαν ἡγεμόνος, ἑτέρους ταῖς ἐλπίσιν ἐποίησε τοὺς ἀνθρώπους καί τὰ μὴ πάνυ βεβαίως τῷ Σερτωρίῳ συνεστῶτα τῶν ἐθνῶν ἐκινεῖτο καί μετεβάλλετο, λόγους ὑπερηφάνους Σερτώριος κατὰ τοῦ Πομπηΐου διέσπειρε, καί σκώπτων ἔλεγε νάρθηκος ἂν αὐτῷ δεῆσαι καί σκύτους ἐπὶ τὸν παῖδα τοῦτον, εἰ μὴ τὴν γραῦν ἐκείνην ἐφοβεῖτο, λέγων τὸν Μέτελλον. [2] ἔργῳ μέντοι φυλαττόμενος σφόδρα καί [p. 158] δεδοικὼς τὸν Πομπήϊον ἀσφαλέστερον ἐστρατήγει. καί γὰρ Μέτελλος, ὅπερ οὐκ ἄν τις ᾠήθη, διετέθρυπτο τῷ βίῳ κομιδῆ πρὸς τὰς ἡδονὰς ἐνδεδωκώς, καί μεγάλη τις εἰς ὄγκον καί πολυτέλειαν ἐξαίφνης ἐγεγόνει μεταβολὴ περὶ αὐτόν, ὥστε τῷ Πομπηΐῳ καί τοῦτο θαυμαστὴν εὔνοιαν ἅμα δόξῃ φέρειν, ἐπιτείνοντι τὴν εὐτέλειαν τῆς διαίτης οὐ πολλῆς ἐπιτηδεύσεως δεομένην φύσει γὰρ ἦν σώφρων καί τεταγμένος ἐν ταῖς ἐπιθυμίαις.

[3] τοῦ δὲ πολέμου πολλὰς ἰδέας ἔχοντος, ἠνίασε μάλιστα τὸν Πομπήϊον Λαύρωνος ἅλωσις ὑπὸ Σερτωρίου. κυκλοῦσθαι γὰρ αὐτὸν οἰηθεὶς καί τι μεγαληγορήσας, αὐτὸς ἐξαίφνης ἀνεφάνη περιεχόμενος κύκλῳ: καί διὰ τοῦτο κινεῖσθαι δεδιὼς ἐπεῖδε καταπιμπραμένην τὴν πόλιν αὐτοῦ παρόντος. Ἑρέννιον δὲ καί Περπένναν, ἄνδρας ἡγεμονικοὺς τῶν πρὸς Σερτώριον καταπεφευγότων καὶ στρατηγούντων ἐκείνῳ, νικήσας περὶ Οὐαλεντίαν ὑπὲρ μυρίους ἀπέκτεινεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: