Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
τὸ δὲ πρᾶγμα τῷ Κικέρωνι δόξαν ἤνεγκεν ὡς ἐπιμελῶς βραβεύσαντι τὸ
δικαστήριον. ἐπεὶ δὲ Οὐατίνιος, ἀνὴρ ἔχων τι τραχὺ καὶ πρὸς τοὺς
ἄρχοντας ὀλίγωρον ἐν ταῖς συνηγορίαις, χοιράδων δὲ τὸν τράχηλον
περίπλεως, ᾐτεῖτό τι καταστὰς παρὰ τοῦ Κικέρωνος, [p. 104] καὶ μὴ
διδόντος, ἀλλὰ βουλευομένου πολὺν χρόνον, εἶπεν ὡς οὐκ ἂν αὐτός
διστάσειε περὶ τούτου στρατηγῶν, ἐπιστραφεὶς ὁ Κικέρων, ‘ἀλλ᾽ ἐγώ,’ εἶπεν, ‘οὐκ ἔχω
τηλικοῦτον.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.