Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοῦ δὲ Καίσαρος εἰς Ἰβηρίαν ἀπάραντος,
εὐθὺς ὡς Πομπήιον ἔπλευσε: καὶ τοῖς μὲν ἄλλοις ἀσμένοις ὤφθη, Κάτων
δ᾽ αὐτὸν ἰδὼν ἰδίᾳ πολλὰ κατεμέμφετο Πομπηίῳ προσθέμενον: αὐτῷ μὲν
γὰρ οὐχὶ καλῶς ἔχειν ἐγκαταλιπεῖν ἣν [p. 178] ἀπ᾽ ἀρχῆς εἵλετο
τῆς πολιτείας τάξιν, ἐκεῖνον δὲ χρησιμώτερον ὄντα τῇ πατρίδι καὶ τοῖς
φίλοις εἰ μένων ἴσος ἐκεῖ πρὸς τὸ ἀποβαῖνον ἡρμόζετο, κατ᾽ οὐδένα
λογισμὸν οὐδ᾽ ἐξ ἀνάγκης πολέμιον γεγονέναι Καίσαρι καὶ τοσούτου
μεθέξοντα κινδύνου δεῦρ᾽ ἥκειν. .
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.