Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ὅθεν ὁ μέν Κάτλος ἀπαντήσας τοῖς κριταῖς, ‘ὑμεῖς,’ εἶπεν, ‘ὡς ἀληθῶς
ὑπὲρ ἀσφαλείας ᾐτήσασθε τὴν φυλακήν, φοβούμενοι μή τις ὑμῶν
ἀφέληται τὸ ἀργύριον.’ Κικέρων δὲ τοῦ Κλωδίου πρὸς αὐτὸν
λέγοντος ὅτι μαρτυρῶν οὐκ ἔσχε πίστιν παρὰ τοῖς δικασταῖς, ‘ἀλλ᾽ ἐμοὶ μέν,’ εἶπεν, ‘οἱ
πέντε καί εἴκοσι τῶν δικαστῶν ἐπίστευσαν τοσοῦτοι γάρ σου
κατεψηφίσαντο: σοὶ δὲ τριάκοντα οὐκ ἐπίστευσαν οὐ γὰρ πρότερον
ἀπέλυσαν ἢ ἔλαβον τὸ ἀργύριον.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.