Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἀλλὰ μειράκιον ὢν ἔτι καὶ μήπω γενειῶν ὁ Κλώδιος ἤλπιζε
λήσεσθαι διαδὺς πρὸς τὴν Πομπηίαν μετὰ τῶν γυναικῶν, ὡς δ᾽ εἰσῆλθε
νυκτὸς εἰς οἰκίαν μεγάλην, ἠπορεῖτο τῶν διόδων: καὶ πλανώμενον αὐτόν
ἰδοῦσα Αὐρηλίας θεραπαινὶς τῆς Καίσαρος μητρός, ᾔτησεν ὄνομα,
φθέγξασθαι δ᾽ ἀναγκασθέντος ἐκείνου καὶ φήσαντος ἀκόλουθον Πομπηίας
ζητεῖν Ἄβραν τοὔνομα, συνεῖσα τὴν φωνὴν οὐ γυναικείαν οὖσαν ἀνέκραγε
καὶ συνεκάλει τὰς γυναῖκας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.