previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἅμα δ᾽ ἡμέρᾳ βουλὴν ἀθροίσας εἰς τὸ τῆς Ὁμονοίας ἱερόν ἐξανέγνω τὰ γράμματα καὶ τῶν μηνυτῶν διήκουσεν. ἔφη δὲ καὶ Σιλανὸς Ἰούνιος ἀκηκοέναι τινὰς Κεθήγου λέγοντος ὡς ὕπατοί τε τρεῖς καὶ στρατηγοί τέτταρες ἀναιρεῖσθαι μέλλουσι. τοιαῦτα δ᾽ ἕτερα καὶ Πείσων, ἀνὴρ ὑπατικός, εἰσήγγειλε. [2] Γάιος δὲ Σουλπίκιος, εἷς τῶν στρατηγῶν, ἐπὶ τήν οἰκίαν πεμφθεὶς τοῦ Κεθήγου πολλὰ μὲν ἐν αὐτῇ βέλη καὶ ὅπλα, πλεῖστα δὲ ξίφη καὶ μαχαίρας εὗρε νεοθήκτους ἁπάσας. τέλος δὲ τῷ Κροτωνιάτῃ ψηφισαμένης ἄδειαν ἐπὶ μηνύσει τῆς βουλῆς ἐξελεγχθεὶς Λέντλος ἀπωμόσατο τήν ἀρχήν στρατηγῶν γὰρ ἐτύγχανε, καὶ τήν περιπόρφυρον ἐν τῇ βουλῇ καταθέμενος διήλλαξεν ἐσθῆτα τῇ συμφορᾷ [p. 128] πρέπουσαν. οὗτος μὲν οὖν καὶ οἱ σὺν αὐτῷ παρεδόθησαν εἰς ἄδεσμον φυλακὴν τοῖς στρατηγοῖς.

[3] ἤδη δ᾽ ἑσπέρας οὔσης καὶ τοῦ δήμου παριμένοντος ἀθρόου, προελθὼν Κικέρων, καὶ φράσας τὸ πρᾶγμα τοῖς πολίταις καὶ προπεμφθείς, παρῆλθεν εἰς οἰκίαν φίλου γειτνιῶντος, ἐπεὶ τήν ἐκείνου γυναῖκες κατεῖχον, ἱεροῖς ἀπορρήτοις ὀργιάζουσαι θεόν ἣν Ῥωμαῖοι μὲν Ἀγαθήν, Ἕλληνες δὲ Γυναικείαν ὀνομάζουσι. [4] θύεται δ᾽ αὐτῇ κατ᾽ ἐνιαυτὸν ἐν τῇ οἰκίᾳ τοῦ ὑπάτου διὰ γυναικὸς μητρὸς αὐτοῦ, τῶν Ἑστιάδων παρθένων παρουσῶν. εἰσελθὼν οὖν Κικέρων, καθ᾽ αὑτόν, ὀλίγων παντάπασιν αὐτῷ παρόντων, ἐφρόντιζεν ὅπως χρήσαιτο τοῖς ἀνδράσι. τήν τε γὰρ ἄκραν καὶ προσήκουσαν ἀδικήμασι τηλικούτοις τιμωρίαν ἐξηυλαβεῖτο καὶ κατώκνει δι᾽ ἐπιείκειαν ἤθους ἅμα καὶ ὡς μὴ δοκοίη τῆς ἐξουσίας ἄγαν ἐμφορεῖσθαι καὶ πικρῶς ἐπεμβαίνειν ἀνδράσι γένει τε πρώτοις καὶ φίλους δυνατοὺς ἐν τῇ πόλει κεκτημένοις: μαλακώτερόν τε χρησάμενος ὠρρώδει τὸν ἀπ᾽ αὐτῶν κίνδυνον. [5] οὐ γὰρ ἀγαπήσειν μετριώτερόν τι θανάτου παθόντας, ἀλλ᾽ εἰς ἅπαν ἀναρραγήσεσθαι τόλμης, τῇ παλαιᾷ κακίᾳ, νέαν ὀργὴν προσλαβόντας: αὐτός τε δόξειν ἄνανδρος καὶ μαλακός, οὐδ᾽ ἄλλως δοκῶν εὐτολμότατος εἶναι τοῖς πολλοῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: