previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. ιγ᾽. Θεραπεία Ἐλέφαντος.

τῶν νούσων μέζονα χρὴ τὰ ἄκεα ἐς λύσιν αὐτέων ἔμμεναι. ἐλέφαντος δὲ τηλίκου κακοῦ τίς ἀξιόνικος γίγνοιτ᾽ ἂν ἰητρείη; οὐ γὰρ μέρεϊ, σπλάγχνῳ ἑνὶ, ἔνδον ἐνσκήπτει μοῦνον, [p. 237] ἔξω τὸ κακὸν ἕρπει, ἀλλὰ ἔνδοθί τε ὅλῳ τῷ ἀνθρώπῳ ἐνοικέει, καὶ ὅλον ἔξωθεν ἀμπέχει. ἀτερπὲς μὲν καὶ φοβερὸν ἰδεῖν: θηρίου γὰρ ἰδέη: δέος δὲ ξυμβιοῦν τε καὶ ξυνδιαιτᾶσθαι, οὐ μεῖον λοιμῷ. ἀναπνοῆς γὰρ ἐς μετάδοσιν Ρ῾ηϊδίη βαφή. τί ἂν ὦν εὕροι τις ἐν ἰητρικῇ τοῦδε ἄξιον ἔχον ἄκος;1 ἀλλὰ γὰρ πάντα χρὴ ξυμφέρειν φάρμακα, καὶ διαίτην, καὶ σίδηρα, καὶ πῦρ: καὶ τάδε κἢν μὲν ἔτι νεοτόκῳ τῷ πάθεϊ προσβάλῃς, ἐλπὶς ἰήσιος: ἢν δὲ ἐς ἀκμὴν ἥκῃ γενέσιος, καὶ ἐν τοῖσι σπλάγχνοισι ἑδραῖον ἵζῃ, ποτὶ καὶ ἐς τὰ πρόσωπα προσβάλλῃ, ἀνέλπιστος νοσέων.

τάμνειν ὦν τὰς ἐπ᾽ ἀγκῶνι φλέβας: ἄμφω δέ: τάμνειν δὲ καὶ τὰς ἐπὶ σφυροῖσι μὴ αὐτῆμαρ:2 κρέσσον γὰρ διάστασις ἔς τε πολλὴν τὴν τοῦ αἵματος Ρ῾οὴν, καὶ ἐς ἀνάκλησιν τῆς δυνάμιος. χρεὼν γὰρ αἷμα πολλάκις καὶ πολλὸν ἐκχέαι, τοῦ πάθεος τὴν τροφήν. σμικρὸν δὲ ἐν αὐτέῳ τὸ χρηστὸν, τῆς φύσιος τροφή. ξυντεκμ αίρεσθαι ὦν, ἀφαιρέοντα τὸ πονηρὸν, καὶ ἔντηκτον μεσηγὺ τὸ οἰκεῖον, μέσφι ἂν προαπαυδήσῃ ἀτροφίῃ νοῦσος. γὰρ νεαρὴ, ξυμπλακεῖσα τῷ σώματι, χρόνῳ μακρῷ ἠμαύρωσε τὴν παλαιήν: ἔπειτα τὴν ἱερὴν πιπίσκειν μὴ ἐσάπαξ: ἀλλὰ γιγνέσθω πάντα πολλάκις ἐξ ἀναλήψιος καὶ παλινδρομίης . ἔστω καὶ ἄλλη κάθαρσις φαρμακώδης ἐν σιτίῳ: ἐπὶ τῷ ἰσχίῳ, ἥν ἔλεξα, ἔστω. ἠδὲ γάλα ἀδιάκρτονπολλὸν δὲ ἔστω τόδεἐς διαχώρησιν πιεῖν. ἐχέτω δὲ μοίρην τὴν πέμπτην ὕδωρ, ὡς πᾶν τὸ γάλα διεκθέειν. ἐς ἐμέτους δὲ θᾶσσον ἄγειν, νήστιας τὸ πρῶτον, ἀπὸ σίτων δ᾽ αὖθις, ἔπειτα ἀπὸ Ρ῾αφανίδων: πολλάκις δὲ καὶ ξυνεχέως πάντα γιγνέσθω. ἐς ἐλλέβορον ἄγοντα καιρῷ παντὶ, μᾶλλον δὲ ἔαρος καὶ φθινοπώρου διδόναι,

[p. 238] ἡμέραν ἀφ᾽ ἡμέρας, καὶ αὖθις ἐς νέωτα: κἢν νοῦσος κρατυνθῇ, φαρμάκων ποτῶν ὁκόσα τις γιγνώσκει πιπίσκειν : ἀγαθὸν γὰρ φαρμακεύειν πολλὸν ἐς ὄνησιν. κἀγὼ δὲ ὁκόσα γιγνώσκω γράφω: κεδρίης κύαθον ἕνα, κράμβης δύο μίσγοντα, διδόναι. ἄλλο: σιδηρίτιδος τοῦ χυλοῦ κύαθος εἶς, τριφυλλίου εἷς, οἴνου καὶ μέλιτος κύαθοι δύο. ἄλλο: ἐλέφαντος τοῦ ὀδόντος Ρ῾ινήματος ὁλκῆς δραχμὴ, ξὺν οἴνῳ Κρητὶ ἐς κυάθους δύο: ἀτὰρ καὶ τῶν ἔχεων τῶν ἑρπετῶν θηρίων αἱ σάρκες, καὶ αἵδε ἐς ἀρτίσκους πεπλασμέναι πίνονται : ἀποτάμνοντα δὲ χρὴ τῆς κεφαλῆς καὶ τῆς οὐραίης ἑκάστου, ὁκόσον δακτύλους τέσσαρας, τὸ λοιπὸν ἑψεῖν ἐς διάκρισιν τῶν ἀκανθῶν. τὰς δὲ σάρκας, ἀρτίσκους διαπλάσαντας, ψύχειν ἐν σκιῇ: πιπίσκειν δὲ τούσδε, ὅκως καὶ τὴν σκίλλην : καὶ αὐτοὶ δὲ οἱ ἔχιες ὄψον ἐν δείπνῳ: ὡς ἰχθύας δὲ χρὴ τούτους σκευάσαι: ἢν δὲ τὸ δι᾽ ἐχιδνῶν, τὸ ποικίλον, παρέῃ φάρμακον, ἀντὶ πάντων πίνειν τόδε: ἴσχει γὰρ πάντα ὁμοῦ: Ρ῾ύπτειν δὲ καὶ τὸ σκῆνος, καὶ τοὺς ὄχθους λεαίνειν. φάρμακα δὲ ἄλλα μυρία ... τῶν Κελτέων, οἳ νῦν καλέονται Γάλλοι, τὰς λιτρώδεις τὰς ποιητὰς σφαίρας, ᾗσι Ρ῾ύπτουσι τὰς ὀθόνας, σάπων ἐπίκλην, τῇσι Ρ῾ύπτειν τὸ σκῆνος ἐν λουτρῷ ἄριστον : καὶ ἀνδράχνη καὶ ἀείζωον ξὺν ὄξεϊ, ἀτὰρ καὶ λαπάθου Ρ῾ιζέων ἀφέψημα ξὺν ἀπύρῳ θείῳ Ρ῾ύπτει καλῶς. ποικίλον δὲ, ἁλκυονίου τοῦ λείου, καὶ νίτρου, καὶ τρυγὸς ὄξεος κεκαυμένης , καὶ στυπτηρίης σχιστῆς, καὶ θείου τοῦ ἀπύρου, καὶ κόστου, καὶ ἴριδος, καὶ πεπέριος: τάδε χρὴ πάντα μίσγειν, ἑκάστῳ τὸ πρὸς δύναμιν, ἄλλο δὲ ἄλλῳ ἶσον: καὶ τόδε καταπάσσοντα ἀνατρίβειν . ἐς δὲ τοὺς ὄχθους τοῦ προσώπου, κλημάτων τὴν σποδιὴν ξύν τινι θηρίων στέατι μίσγοντα χρίειν, λέοντος, παρδάλιος, ἄρκτου, ἢν δὲ μὴ, χηναλώπεκος. ὅμοιον γὰρ ἐν ἀνομοίῳ, ὅκως πίθηκος ἀνθρώπῳ, ἄριστον : καὶ ἀμμωνιακὸν τὸ θυμίημα ξὺν ὄξεϊ, καὶ ἀρνογλώσσου χυλῷ, πολυγόνου, καὶ ὑποκιστὶς καὶ λύκιον:

[p. 239] ἢν δὲ πελιδναὶ ἔωσι αἱ σάρκες, προεγχαράσσειν ἐκχυλώσιος εἵνεκεν : ἢν δ᾽ ἐπὶ τοῖσι δριμέσι Ρ῾εύμασι ἀναδαρέντα πρηο̈́νειν τὰ μέρεα ἐθέλῃς, τήλιος ἀφέψημα, πτισάνης χυλὸς, Ρ῾ύμμα μαλθακόν: λιπας δὲ Ρ῾όδινον, σχίνινον. λουτρὰ δὲ ξυνεχέα ξύμφορα ἐς ὑγρασμὸν καὶ ἐς διαπνοὴν τῶν κακῶν χυμῶν.

τροφὴ δὲ καθαρὴ, εὔχυμος, εὔπεπτος, ἁπλῆ: καὶ δίαιτα εὐκρινὴς πάντη, καὶ ἐν ὕπνοισι, καὶ περιπάτοισι, καὶ χώρῃσι: γυμνάσια, δρόμοι, καὶ ἀνειλήσιες , καὶ κωρυκοβολίαι: ἅπαντα ἀκάματα ξὺν ἐμμελεῖ ἐπιτάσι: ἔστω δὲ καὶ ἀναφώνησις, τοῦ πνεύματος γυμνάσιον τὸ καίριον. ἐσθὴς ἔστω καθαρὴ, οὐχ ὡς ὁρῆσθαι μοῦνον ἥδε, ἀλλ᾽ ὅτι καὶ τὰ πινόεντα ὀδαξώδεα τῷ δέρματι. πιπίσκειν ἀψινθίου τοῦ οἴνου νήστιας. ἄριστον δὲ ἄρτος ἐκ κριθῶν, καὶ τάριχος ὡραῖος, καὶ σμικρόν τι μαλάχης κράμβης ἡμίεφθον, ξὺν κυμίνου ἐμβάμματι: ἐς δὲ δεῖπνον, σταφυλίνου Ρ῾ίζα, καὶ χόνδροι, ξὺν τῷ οἴνῳ καὶ τῷ μέλιτι παλαίῳ τὴν μῖξιν, καὶ τὰ θαλάσσια, ὁκόσα τὴν γαστέρα ὑπολύει, τελλίνων ζωμοὶ, ὄστρεα, ἐχῖνοι καὶ τῶν ἰχθύων οἱ πετραῖοι : χερσαίων δὲ, τὰ θηρία, λαγώς, σῦς. πετεινῶν, πέρδικες πᾶσαι, φάσσαι, πελειάδες, καὶ ὁκόσα χώρη ἄριστα ἴσχει. ἀκροδρύων τὰ ὡραῖα: οἶνοι γλυκεῖς οἰνωδέων κρείσσονες . λουτρὰ φύσι θερμὰ, θειώδη : καὶ βίος ἐν ὕδασι μακρὸς, ἠδὲ καὶ θάλασσα, καὶ πλοῦς.

Ἐλλεβορισμοί: ἐλλέβορος λευκὸς μὲν τῆς ἄνω κοιλίης κάθαρσις: μέλας δὲ τῆς κάτω: καὶ ἔστιν λευκὸς οὐκ ἐμετήριον μοῦνον, ἀλλὰ καὶ ξυμπάντων ὁμοῦ καθαρτηρίων δυνατώτατος, οὐ τῷ πλήθεϊ καὶ τῇ ποικιλίῃ τῆς ἐκκρίσιος: τόδε γὰρ καὶ χολέρη πρήσσει: — οὐδ᾽ ἐντάσεσι καὶ βίῃ τῇσι ἐπὶ τοῖσι ἐμέτοισὶ, — ἐς τόδε γὰρ ναυτίη καὶ θάλασσα κρέσσον : ἀλλὰ δυνάμι καὶ ποιότητι οὔτι φαύλῃ, τῇπερ καὶ ὑγιέας τοὺς κάμνοντας ποιέει, καὶ ἐπ᾽ ὀλίγῃ τῇ καθάρσι, καὶ ἐπὶ σμικρῇ τῇ ἐντάσι: ἀτὰρ καὶ πάντων τῶν χρονίων νοσημάτων

[p. 240] ἐς Ρ῾ίξαν ἱδρυμέν ων, ἢν ἀπαυδήσῃ τὰ λοιπὰ ἄκεα, τόδε μοῦνον ἰητήριο ν. πυρὶ ἴκελον γὰρ ἐς δύναμιν λευκὸς ἐλλέβορος: καὶ τί περ πῦρ ἐργάζεται ἐκκαῖον, τοῦδε πλέον ἐλλέβορος εἴσω παρεκθέων πρήσσει, εὔπνοιαν μὲν ἐκ δυσπνοίης, ἐξ ἀχροίης δὲ εὐχροίην, καὶ ἀπὸ σκελετίης εὐσαρκίην.

1 The common reading, ἄξιον ἔχον, is changed by Ermerins to ἀξιόνικον. I cannot see that this change is any improvement.

2 petit, Wigan, and Ermerins are all agreed, that the negative particle, although wanting in the mss., is here required by the sense.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: