previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ.


ΒΙΒΛΙΟΝ Β.

Κεφαλὴ πρώτη λείπει. Κεφ. β. Θεραπεία Διαβήτο υ.

ὕδρωπος ἰδέη τὸ διαβήτεω πάθος αἰτίῃ καὶ διαθέσι, χώρῃ δὲ μούνῃ διάφορον, ἔνθα τὸ ὑγρὸν ἐκρέει. ἀσκίτῃ μὲν γὰρ δοχεῖον, τὸ περιτόναιον, οὐδ᾽ ἐκροὴν ἴσχει, ἀλλὰ μίμνον τῇδε πλημμυρεῖ. διαβήτεω δὲ φορὴ μὲν ὑγροῦ ἀπὸ τοῦ πάσχοντος ωὐτὴ, καὶ σύντηξις: ἐς δὲ νεφροὺς καὶ κύστιν ξύνδοσις τὰ περὶ ἔξοδον φέρει. ἥδε τοῖσι ὑδεριῶσι ὁδὸς ἐπιγίγνεται, ἢν ἐς ἀγαθὸν νοῦσος τρέπηται. ἀγαθὸν δὲ λύσις τῆς αἰτίης, καὶ μὴ τοῦ ἄχθεος ἐλαφρίη μοῦνον: δίψος δὲ τουτέοισι μέζον, ἐκρέον γὰρ τὸ ὑγρὸν αὐαίνει.

ἔστι δὲ τὰ ἄκεα ἐς τὴν ἐπίσχεσιν τῆς ξυντήξιος, τὰ ωὐτὰ τοῖσι ὕδρωψι: ἐς δὲ τὸ δίψος μεγάλης ἰητρείης χρέος, τόδε γὰρ ἐν τῷ εἴδεϊ ἀλγέων πάντων μέζον. καὶ ἢν πίωσί τι ὑγρὸν, πρόκλησις οὐρήσιος. ποτὶ καὶ ἐκθέον τόδε ξυναπάγει τῆκον τὰ ἐν τῷ σκήνεϊ. φαρμάκων ὦν ἀδίψων χρέος: δίψος γὰρ μέγα, ἀκορίῃ ποτοῦ. ποτὸν γὰρ οὐδ᾽ ὅσον γίγνηται δίψεος ἄκος. πάντη δεῖ τῷ στομάχῳ ἀρήγειν ἔνθα [p. 230] τοῦ δίψεος αἱ πηγαί. ἢν ὦν τῇ ἱερῇ καθαίρῃς, ἐπιθήμασι χρέο, νάρδῳ, μαστίχῃ, φοίνιξι, μήλοισι κυδωνίοισι ὠμοῖσι: τῶνδε χυλὸς μὲν ξὺν νάρδῳ καὶ Ρ῾οδίνῳ, ἄριστον ἐς τέγξιν: ἐπίπλασμα δὲ σάρξ αὐτέων ξὺν μαστίχῃσι καὶ φοίνιξι : ἐν κηρῷ δὲ καὶ νάρδῳ τῷ μύρῳ τουτέων μῖξις ἀγαθὴ, οἱ χυλοὶ ἀκακίης τε καὶ ὑποκιστίδος ἔς τε τὰς τέγξιας καὶ ἐς τὰ ἐπιπλάσματα.

ἀτὰρ καὶ ὕδωρ τὸ ποτὸν ξὺν τῇσι ὀπώρῃσι ἑψείσθω. τροφαὶ δὲ, καὶ γάλα, καὶ ξὺν τῷδε σιτία, ἄμυλοι, χόνδροι, Ρ῾οφήματα. οἶνοι στύφοντες ἐς τὸν τοῦ στομάχου τόνον, ἀκρητέστεροι μᾶλλον, ἐς τὴν τῶν ἄλλων χυμῶν ἐξηέρωσίν τε καὶ διάνιψιν: ἁλμώδεσι γὰρ δίψος: οἶνος δὲ, στύφων θ᾽ ἅμα καὶ ψύχων, μεταβολῇ τε καὶ εὐκρασίῃ χρήσιμος: 1 ἐς δύναμιν δὲ κἢν οἶνος γλυκὺς, ὁκοῖον αἷμα ἔῃ, ἐς τὴν αὐτοῦ γένναν. φάρμακα ποικίλα τὰ ωὐτὰ, διὰ τῶν θηρίων, τοῦ Μιθριδάτεω, διὰ τῶν ὀπωρέων, τά τε ἄλλα ὁκόσα ὕδρωπος ὀνηϊστά. ἀτὰρ καὶ ξύμπασα δίαιτα καὶ βίος ωὐτός.


Κεφ. γ. Θεραπεία λιθιάσε ως καὶ ἑλκώσεως Νεφρῶν.

ἀμφὶ μὲν φλεγμασίης , καὶ αἱμορραγίης, καὶ ὁκόσα ὀξέως ἀπὸ νεφρῶν κτείνει, ἐν τοῖσι ὀξέσι γεγράφαται : ἀμφὶ δὲ ἑλκώσιο ς, ἠδὲ λίθων γενέσιος, ὁκόσα τὰ πολλὰ ξυναποθνήσκει πρεσβύτῃσι, μάλιστα νῦν γράφω: ἄγχιστα μὲν ἐς ἄκεσιν: εἰ δὲ μὴ, οἷσι ὅγε παρηγορήσεται.

λίθων μὲν ὦν εὐφυῆ γένναν ἐς ἄγονον τρέψαι, ἀδύνατον. Ρ῾ηΐτερον μὲν γὰρ μήτρην ἄτοκον θέμεναι, νεφροὺς λιθιῶντας [p. 231] ἀλίθους. ἐς διέξοδον ὅκως ἀρηγειν χρή: ἢν ὦν ἐν ἕδρῃ ἵζωσι οἱ λίθοι, τὰ ἄκεα φράσω. κάρτα γὰρ ὀδυνέονται , ποτὶ καὶ ἐξέθανον στρόφοισι καὶ εἰλέῳ κώλου καὶ ἰσχουρίῃ. ξυναφέα γὰρ ἀλλήλοισι νεφροί τε καὶ κῶλον. ἢν γὰρ λίθων ἐντάσιες ἔωσι, ἐπὶ δὲ τοῖσι ἰσχουρίη τε καὶ στρόφοι, τὴν ἐπὶ τῷ σφυρῷ τάμνειν φλέβα τῷ κατ᾽ ἴξιν τοῦ νεφροῦ. αἱ γὰρ τοῦ αἵματος ἀπὸ νεφρῶν ἔκροιαι ἀνιᾶσι τῶν λίθων τὰς σφίγξιας . φλεγμονὴ γὰρ δήσασα ἴσχει τὰ πάντα: φλεγμον ῆς δὲ κενεαγγείη λύσις: τέγγειν τε τὰς ψύας ἔνθα τῶν νεφρῶν χώρη: λίπας δὲ παλαιὸν, τὸ νέον, Ρ῾ύτην ἰσχέτω: οὐρητικὸν δὲ καὶ ἀνήθου κόμη καὶ λιβανωτὶς, σάμψυχον. τοῖσδε χρὴ, ὅκως ὕδατι, καταιον εῖν : σμικρὸν γὰρ αἱ χρίσιες. ἀτὰρ καὶ τοῖσδε πυριῆν, βοείῃσι κύστεσι ἐγχέοντα ἔλαιον ἀνθέμιδος. ἐπιπλασμάτων νῦν ὕλη ξὺν τοῖσι ἀλήτοισι ωὐτή. ἔλυσε καὶ σικύη κούφη κοτὲ τῶν λίθων τὴν ἔνστασιν: ἄριστον δὲ κἢν ἐπὶ φλεγμασίης σχάσῃς. ἢν δὲ τάδε σοι ποιέοντι ἔτι μίμνωσι οἱ λίθοι, ἐς ἔλαιον τὸν ἄνθρωπον καθιέναι. τόδε γάρ τοι ἅμα πάντα ποιέει: ἀλέῃ μὲν χαλᾷ, πῆ δὲ ἐκγλισχραίνει: τὸ δριμὺ δὲ ἐς προθυμίην δάκνει. τάδε μέντοι ἔξοδα λίθων καὶ σφῶν προκλήσιες : πίνειν δὲ φαρμάκων τῶν ἁπλῶν μὲν Ρ῾ίζας, φοῦ, μῆον, ἄσαρον : βοτάνας δὲ, τὴν πριονίτην, πετρόσελινον, σίον: ποικίλων δὲ, μύρα μὲν ὁκόσα ἴσχει νάρδον, κασίην, σμύρναν, κιννάμωμον .2

ἀπουλώσε ι σίνηπι, καὶ ἐκ πυρὸς ἐσχάραι, καὶ ἐπιθήματα πρόσθεν μοι λέλεκται: δίαιτα δὲ καὶ ἄλειψις, καὶ πλοῦς, καὶ ἐν θαλάσσῃ βιοτὴ, ἅπαντα τοῖσι ἐπὶ νεφρῶν ἐστι ἄκεα.

[p. 232]


Κεφ. ε. Θεραπεία Γονορροίης.

καὶ τοῦ ἀτερπέος τοῦ πάθεος εἵνεκεν, καὶ τοῦ κατὰ σύντηξιν κινδυνώδεος, καὶ τῆς ἐς διάδεξιν γένεος χρείης, λύειν χρὴ μὴ βραδέως τὴν γονόρροιαν , πάντων κακῶν οὖσαν αἰτίην. πρώτιστα μὲν ὦν ὅκως Ρ῾εῦμα κοινὸν ἰῆσθαι: στύψεσι τῶν ἀμφὶ τὴν κύστιν καὶ τὴν Ρ῾οὴν χωρίων: καὶ ἐμψύξεσι ψυῶν, λαγόνος, αἰδοίων, διδύμων, ὅκως μὴ Ρ῾έῃ ἐς πολλὸν γονή: εἶτα αὖθις ἀλεῇναι τὸ πᾶν, ἐς τὸ τὰς ἀφόδους ξηραίνειν. στύψεσι μὲν ὦν καὶ τέγξεσι : ἔριον μὲν τὸ ἀπὸ τῆς ὄϊος ξὺν τοῖς λύμασι. λίπας δὲ τὸ Ρ῾όδινον μύρον, τὸ διὰ τῆς οἰνάνθης, ξὺν οἴνῳ λευκῷ, εὐώδεϊ. ἐκ προσαγωγ ῆς δε ἀλεαίνοντα λίπας τὸ καινὸν, καὶ μελίλωτ ον ἐκζεσθὲν σὺν αὐτῷ, καὶ σάμψυχον, καὶ λιβανωτὶς, κόνυζα. ἄριστον καὶ ἀνήθου κόμη, καὶ ἔτι μᾶλλον Ρ῾υτή. τοῖσδε ἐς τὰ ἐπιπλάσματα χρέο, κριθῶν καὶ ὀρόβων ἀλήτοισι, καὶ ἐρυσίμου τοῦ σπέρματος καὶ νίτρῳ: μέλι δὲ ἐς τὴν ἁπάντων ξύμπνοιαν καὶ ξυνάφειαν. τοιάδε καὶ ἐπιπλάσμα τα ὁκόσα φοινίσσει, καὶ ἰόνθους ἐγείρει καὶ τὸ Ρ῾εῦμα παροχετεύει, καὶ ἀλεαίνει τὰ χωρία: τοιόνδε τὸ χλωρὸν ἐπίπλασμα, καὶ τὸ διὰ τοῦ καρποῦ τῆς δάφνης. πιπίσκειν δὲ καὶ τοῦ κάστορος συχνὸν, καὶ τῆς Ρ῾ίζης τοῦ ἁλικακκ άβου ὁκόσον δραχμὴν ὁλκῆς, καὶ τῆς ἡδυόσμου τὸ ἕψημα: ποικίλων δὲ, τὸ διὰ τῶν δύο πεπερέων, Σύμφωνος, Φίλωνος : ἄριστον καὶ τὸ διὰ τοῦ σκίγκου τοῦ θηρίου φάρμακον ποτὸν, καὶ τοῦ Βηστίνου, καὶ διὰ τῶν ἐχιδνῶν τῶν ἑρπετῶν. τὸ ξύμπαν δὲ διαίτῃ διδόναι : ἐπιτρέπειν τε καὶ πιστεύειν χρὴ καὶ γυμνασίοις , καὶ περιπάτοισι καὶ αἰώρῃσι. τάδε γὰρ τὴν ἕξιν ἐς θερμασίην τρέπει, ὅπερ ἐστὶ τῷ πάθεϊ χρέος: εἰ δὲ καὶ σώφρων ἔοι ἐπὶ τοῖσι ἀφροδισίοισι, καὶ λούοιτο ψυχρῷ, ἐλπὶς ὡς ὤκιστα ἀνδρωθῆναι τὸν ἄνθρωπον.

[p. 233]


Κεφ. ς. Θεραπεία Στομαχικῶν .

ἐν τοῖσι ἄλλοισι πάθεσι μετὰ τὴν θεραπείην δίαιτα ἐς ἰσχὺν καὶ κράτος τοῦ σώματος εὐπεψίῃ ἀγαθή: στομαχικοῖσι δὲ μούνοις ἥδε γίγνεται πλημμελής. ὅκως ὦν αὕτη γίγνοιτο, φράσω. ἱκανὴ γὰρ αἰώρη, περίπατοι, γυμνασίη, φωνασκίη, τροφαὶ ἐς πέψιν ἀγαθαὶ, ἀναμαχέσασθαι τὴν τοῦ στομάχου κακοσιτίην : ἀδύνατον δὲ τάδε καὶ ἀπεψίην λῦσαι μακρὴν, καὶ τὴν σκελετίην τοῦ σκήνεος εὔογκον σάρκα ποιῆσαι: πολλὸν δὲ μέζον ἐπὶ τουτέων ἔστων αἱ τοῖσι κάμνουσι χάριτες, καὶ τὸ καθαρῶς ἅπαν δρᾶν, καὶ τῇσι ἐπιθυμίῃσι ἕπεσθαι τὸν ἰητρὸν, μὴ μεγάλα βλάπτοντα: ἄριστον γὰρ τόδε, ἢν μὴ κάρτα ὠφελεύντων ὄρεξις ἥκῃ. φάρμακα δὲ ποτὰ, χυλοὶ, ἀψίνθιον, καὶ νάρδος τὸ μύρον,3 καὶ διὰ τῶν θηρίων, καὶ τοῦ ἐν πέτραις καρπὸς,4 καὶ ζιγγιβέριος, καὶ πεπέριος, καὶ σεσέλιος. τάδε πεπτήρια: καὶ κατὰ τοῦ στέρνου ἐς στῦψιν ἐπίθημα, νάρδοι, μαστίχαι, ἀλόαι, ἀκακίαι, καὶ μήλων κυδωνίων χυλὸς, καὶ αὐταὶ δὲ τῶν μήλων αἱ σάρκες ἀμφιθλασθεῖσαι ξὺν φοίνιξι ἐπίθημα στῦφον. ἀτὰρ καὶ τἄλλα ὁκόσα μοι ἐς διαβήτεω γεγράφαται , ἐς δίψεος ἄκος. τὰ ωὐτὰ γὰρ καὶ τοῖσι δίψος γίγνεται: δὲ τόνος τοῦ στομάχου ἄδιψον στομαχι κοῖσι .

[p. 234]


Κεφ. ζ. Θεραπεία Κοιλιακῶν.

ἢν τῶν σιτίων ἀκρατὴς κοιλίη ἔῃ, διαρρέῃ δὲ τροφὴ ἄπεπτος, ἄθρεπτος, ὠμὴ, καὶ μηδὲν εἰς τὸν ὄγκον ἀνίῃ, κοιλιακοὺς τούσδε κικλήσκομεν. ψύχεϊ μὲν ἐμφύτου τῆς ἐς πέψιν θερμασίης, ἀτονίῃ δὲ τῆς ἐς ἀνάδοσιν δυνάμιος.

χρὴ ὦν τὴν κοιλίην πρώτιστα μὲν πόνων ἀνιέναι ἠρεμίῃ καὶ ἀποσιτίῃ : ὧδε γὰρ παλινδρομέουσι αἱ δυνάμιες. ἢν δὲ καὶ πλήθεος τῶν ἐν τῷ στομάχῳ φαντασίη ἔῃ, νήστεσι ἐμέτοισι χρέεσθαι ἀφ᾽ ὕδατος, μελικρή του : τὴν κοιλίην δὲ σκέπειν καὶ τέγγειν ἐς στῦψιν, ἐρίοισι μὲν τοῖς ἐξ ὄϊος πιναροῖσι: λίπαϊ δὲ, Ρ῾οδίνῳ μύρῳ, τῷ διὰ τῆς οἰνάνθης, μηλίνῳ: ἄριστον, κἢν ἀπὸ τοῦ σχίνου, καὶ ὑποκιστίδι, ὀμφακίῳ : ξὺν τοῖσδε δὲ ἐπιπλάσματα, θερμὰ μὲν ἐς θίξιν, ἐς δύναμιν δὲ στρυφνά : καὶ ἤν πη τοῦ ἥπατος, τῆς κοιλίης κατὰ στόμα ἐντάσιες, φλεγμασίαι ἔωσι, σικύην προσβάλλοντα ἐντάμνειν: καὶ ἔστι οἷσι τόδε μοῦνον ἤρκεσε: ἐπὴν δὲ κηρωτῇσι ἐς ὠτειλὴν ἥκῃ τὰ τρώματα, ἠδὲ ἐπὶ σκληρίῃ κραίνῃ, τῇδε βδέλλας τὰ θηρία προσβάλλειν: ἔπειτα ἐπιθήματα πεπτικὰ τιθέναι, ὁκοῖον τὸ διὰ τῶν σπερμάτων, ἢν ἴσχῃ χαμαιλέοντος Ρ῾ίζαν: ἄριστον καὶ ἔνθα οἱ τῆς δάφνης ἔασι καρποὶ, καὶ τὸ μάλαγμα ἐπίκλησιν τὸ χλωρὸν, καὶ τοὐμὸν τὸ μυστήριον. τάδε γὰρ μαλάσσειτε καὶ ἀμύσσει, καὶ θερμασίην ἐγείρει, καὶ ἄφυσα τὰ σπλάγχνα ποιέει, ὧν περ ἐς στῦψιν χρέος. ἀτὰρ καὶ σίνηπι, καὶ λίμνηστις, καὶ εὐφόρβιον, καὶ ὁκόσα τοιάδε πάντα τὴν μὲν ψῦξιν κωλύει, ἀνάκλησιν δὲ θέρμης ποιέεται. τοιάδε χρὴ καὶ πιπίσκειν φάρμακα ἐς στῦψιν. χρέος μὲν πρώτιστα ... τοῦ ἀρνογλώσσου χυλὸς ξὺν ὕδατι ἐστυμμένῳ μύρτοισι, κυδωνίοισι μήλοισι : ἄριστον καὶ γίγαρτον σταφυλῆς ὀμφακιτίδος: οἶνοι τῶν κάρτα στυφόντων. ἔπειτα δὲ τὰ ἀλθαίνοντα τὴν [p. 235] γαστέρα φάρμακα ποτὰ, ὁκόσα διὰ ζιγγιβέριος καὶ πεπέριος, καὶ σελίνου τοῦ καρποῦ τοῦ ἀγρίου τοῦ ἐν πέτραις, τὸ διὰ τῶν θηρίων τῶν ἐχιδνῶν πεπτικώτατον: ἢν δὲ ἐπὶ τοῖσι μηδὲν, σμικρὸν ἐνδιδῷ, τοῖσι ἀπὸ Ρ῾αφανίδων ἐμέτοισι χρέο: ἢν δὲ καὶ ἐγκρύψῃς ταῖσδε ἐλλεβόρου τοῦ λευκοῦ Ρ῾ίζαν ἐς μίην νύκτα, εὐτονωτάτη ἄν σοι γένοιτο κάθαρσις, ἔς τε τὴν τῶν ὑγρῶν τῶν ψυχρῶν κάθαρσίν τε καὶ ἔκκρισιν, καὶ ἐς τὴν ἔξαψιν τοῦ θερμοῦ.

ἀτὰρ καὶ δίαιτα, καὶ βίος, τοῖσδε ἔστω ξύμμετρα. οἱ ὕπνοι νύκτωρ μὲν, δι᾽ ἡμέρης δὲ περίπατοι, ἀναφωνήσιες, αἰώρη, τε ἐν δάφνῃσι, μυρρίναισι , θύμῳ. ἔχει γάρ τι διαπνοὴ καὶ ἀναπνοὴ τοιῶνδε φάρμακον πεπτήριον : γυμνάσια, τρίψιες, χειρονοσμίη, ἁλτήρων βολαῖσι τοῦ θώρηκος, καὶ τῆς κοιλίης κόποι: προπόσιες : σμικρότατα γὰρ εἰς τόνον εὐσταλὲς ἄρτος. ἐπὶ τῶνδε φοίνιξις, περίπατοι Ρ῾αθυ


Κεφ. ιβ᾽. Θεραπεία Ἀρθρίτιδος καὶ Ἰσχιάδος.

σιτίων καὶ Ρ῾αφανίδων πολλάκις.5 ἔπειτα ἐς τὸν ἐλλέβορον ἄγειν. δίαιτα δὲ ἐπὶ τοῖσδε ξυνὴ τοῖσι ἄλλοισι πάθεσι: καὶ ἐπὶ τῇ διαίτῃ ἄλειψις, ψυχρολουσίη θαλασσίη: μάλιστα μὲν ὦν ἅπασι ἀρθριτι κοῖσι ξυνὰ ἄκεα: καὶ γὰρ καὶ τοῖσι ποδαγρικοῖσι ἐλλέβορος τὸ μέγα ἄκος, ἀλλὰ ἐν τῇσι πρώτῃσι προσβολῇσι τοῦ πάθεος. ἢν δὲ ἐκ πολλῶν μὲν [p. 236] ἤδη χρόνων ἔῃ, ἀτὰρ καὶ ἐκ διαδέξιος πατέρων φανῇ, ξυναποθνήσκει νοῦσος. ἐς δὲ τοὺς παροξυσμοὺς τῶν ἄρθρων τάδε χρὴ πρήσσειν. εἰρία μὲν ἔστω ἐξ ὄϊος τὰ οἰσυπώδεα: τέγξιες δὲ διὰ Ρ῾οδίνου καὶ οἴνου: μετεξετέροισι δὲ καὶ σπογγίη ξὺν ὀξυκρήτῳ ὤνησεν. ἔπειτα ἐπίπλασμα, ἄρτος ξὺν τοῖσι ψύχουσι κολοκύν της , καὶ πέπονος: καὶ σικύη λιτὴ, καὶ ἀρνόγλωσσον βοτάνη, καὶ Ρ῾όδων τὰ φύλλα. ἀτὰρ καὶ σιδηρῖτις ἄπονος ξὺν ἄρτῳ, καὶ βρύον, καὶ συμφύτου Ρ῾ίζα, καὶ πεντάφυλλος βοτάνη, καὶ πράσιος τοῖσι φύλλοισι λεπτή. τῆσδε μέντοι τὸ μὲν ἀφέψημα ἐξάντλημα ἄπονον: αὐτὴ δὲ, ἐπίπλασμα, ξὺν ψιξὶ, κριθῶν ἀλήτῳ: μήλων τε τῶν κιτρίων τὸ ἄβρωτον ξὺν ἀλφίτοισι ἄριστον : σῦκα ξηρὰ, καὶ θάσια ξύν τινι τῶν ἀλήτων. ἥδε μέντοι ψύξιος ὕλη: καὶ τόδε μέντοι ἄλλοτε ἄλλον ὤνησε καὶ τωὐτὸν ἄλλοτε ἄλλῳ.6 μετεξετέροισι δὲ τὰ ἀλεαίνοντα ξυμφέρει, καὶ τωὐτὸν ἄλλοτε ἄλλῳ ὠφελέει. λόγος δὲ καὶ τόδε κάρτα ἄπονον ἔμμεναι : αἶγα χρὴ βοτάνης τῆς ἴριδος ἐμφαγεῖν: ἐπὴν δὲ πλησθῇ, διαλείποντα ὁκόσον νομὴ ἐν τῇ γαστρὶ μαχθείη, καταθῦσαι τὴν αἶγα, ἠδὲ ἐντὸς τῆς γαστρὸς ἐς τὴν κόπρον ἐγκρύψαι τὼ πόδε. φάρμακα δὲ μυρία. καὶ γὰρ τοὺς νοσέοντας ἑωυτῶν φαρμακέας εὐπόρους τίθησι ξυμφορή : τῶν δὲ ἰητρῶν τὰ φάρμακα ἐν τῇσι γραφῇσι λελέξεται.


Κεφ. ιγ᾽. Θεραπεία Ἐλέφαντος.

τῶν νούσων μέζονα χρὴ τὰ ἄκεα ἐς λύσιν αὐτέων ἔμμεναι. ἐλέφαντος δὲ τηλίκου κακοῦ τίς ἀξιόνικος γίγνοιτ᾽ ἂν ἰητρείη; οὐ γὰρ μέρεϊ, σπλάγχνῳ ἑνὶ, ἔνδον ἐνσκήπτει μοῦνον, [p. 237] ἔξω τὸ κακὸν ἕρπει, ἀλλὰ ἔνδοθί τε ὅλῳ τῷ ἀνθρώπῳ ἐνοικέει, καὶ ὅλον ἔξωθεν ἀμπέχει. ἀτερπὲς μὲν καὶ φοβερὸν ἰδεῖν: θηρίου γὰρ ἰδέη: δέος δὲ ξυμβιοῦν τε καὶ ξυνδιαιτᾶσθαι, οὐ μεῖον λοιμῷ. ἀναπνοῆς γὰρ ἐς μετάδοσιν Ρ῾ηϊδίη βαφή. τί ἂν ὦν εὕροι τις ἐν ἰητρικῇ τοῦδε ἄξιον ἔχον ἄκος;7 ἀλλὰ γὰρ πάντα χρὴ ξυμφέρειν φάρμακα, καὶ διαίτην, καὶ σίδηρα, καὶ πῦρ: καὶ τάδε κἢν μὲν ἔτι νεοτόκῳ τῷ πάθεϊ προσβάλῃς, ἐλπὶς ἰήσιος: ἢν δὲ ἐς ἀκμὴν ἥκῃ γενέσιος, καὶ ἐν τοῖσι σπλάγχνοισι ἑδραῖον ἵζῃ, ποτὶ καὶ ἐς τὰ πρόσωπα προσβάλλῃ, ἀνέλπιστος νοσέων.

τάμνειν ὦν τὰς ἐπ᾽ ἀγκῶνι φλέβας: ἄμφω δέ: τάμνειν δὲ καὶ τὰς ἐπὶ σφυροῖσι μὴ αὐτῆμαρ:8 κρέσσον γὰρ διάστασις ἔς τε πολλὴν τὴν τοῦ αἵματος Ρ῾οὴν, καὶ ἐς ἀνάκλησιν τῆς δυνάμιος. χρεὼν γὰρ αἷμα πολλάκις καὶ πολλὸν ἐκχέαι, τοῦ πάθεος τὴν τροφήν. σμικρὸν δὲ ἐν αὐτέῳ τὸ χρηστὸν, τῆς φύσιος τροφή. ξυντεκμ αίρεσθαι ὦν, ἀφαιρέοντα τὸ πονηρὸν, καὶ ἔντηκτον μεσηγὺ τὸ οἰκεῖον, μέσφι ἂν προαπαυδήσῃ ἀτροφίῃ νοῦσος. γὰρ νεαρὴ, ξυμπλακεῖσα τῷ σώματι, χρόνῳ μακρῷ ἠμαύρωσε τὴν παλαιήν: ἔπειτα τὴν ἱερὴν πιπίσκειν μὴ ἐσάπαξ: ἀλλὰ γιγνέσθω πάντα πολλάκις ἐξ ἀναλήψιος καὶ παλινδρομίης . ἔστω καὶ ἄλλη κάθαρσις φαρμακώδης ἐν σιτίῳ: ἐπὶ τῷ ἰσχίῳ, ἥν ἔλεξα, ἔστω. ἠδὲ γάλα ἀδιάκρτονπολλὸν δὲ ἔστω τόδεἐς διαχώρησιν πιεῖν. ἐχέτω δὲ μοίρην τὴν πέμπτην ὕδωρ, ὡς πᾶν τὸ γάλα διεκθέειν. ἐς ἐμέτους δὲ θᾶσσον ἄγειν, νήστιας τὸ πρῶτον, ἀπὸ σίτων δ᾽ αὖθις, ἔπειτα ἀπὸ Ρ῾αφανίδων: πολλάκις δὲ καὶ ξυνεχέως πάντα γιγνέσθω. ἐς ἐλλέβορον ἄγοντα καιρῷ παντὶ, μᾶλλον δὲ ἔαρος καὶ φθινοπώρου διδόναι,

[p. 238] ἡμέραν ἀφ᾽ ἡμέρας, καὶ αὖθις ἐς νέωτα: κἢν νοῦσος κρατυνθῇ, φαρμάκων ποτῶν ὁκόσα τις γιγνώσκει πιπίσκειν : ἀγαθὸν γὰρ φαρμακεύειν πολλὸν ἐς ὄνησιν. κἀγὼ δὲ ὁκόσα γιγνώσκω γράφω: κεδρίης κύαθον ἕνα, κράμβης δύο μίσγοντα, διδόναι. ἄλλο: σιδηρίτιδος τοῦ χυλοῦ κύαθος εἶς, τριφυλλίου εἷς, οἴνου καὶ μέλιτος κύαθοι δύο. ἄλλο: ἐλέφαντος τοῦ ὀδόντος Ρ῾ινήματος ὁλκῆς δραχμὴ, ξὺν οἴνῳ Κρητὶ ἐς κυάθους δύο: ἀτὰρ καὶ τῶν ἔχεων τῶν ἑρπετῶν θηρίων αἱ σάρκες, καὶ αἵδε ἐς ἀρτίσκους πεπλασμέναι πίνονται : ἀποτάμνοντα δὲ χρὴ τῆς κεφαλῆς καὶ τῆς οὐραίης ἑκάστου, ὁκόσον δακτύλους τέσσαρας, τὸ λοιπὸν ἑψεῖν ἐς διάκρισιν τῶν ἀκανθῶν. τὰς δὲ σάρκας, ἀρτίσκους διαπλάσαντας, ψύχειν ἐν σκιῇ: πιπίσκειν δὲ τούσδε, ὅκως καὶ τὴν σκίλλην : καὶ αὐτοὶ δὲ οἱ ἔχιες ὄψον ἐν δείπνῳ: ὡς ἰχθύας δὲ χρὴ τούτους σκευάσαι: ἢν δὲ τὸ δι᾽ ἐχιδνῶν, τὸ ποικίλον, παρέῃ φάρμακον, ἀντὶ πάντων πίνειν τόδε: ἴσχει γὰρ πάντα ὁμοῦ: Ρ῾ύπτειν δὲ καὶ τὸ σκῆνος, καὶ τοὺς ὄχθους λεαίνειν. φάρμακα δὲ ἄλλα μυρία ... τῶν Κελτέων, οἳ νῦν καλέονται Γάλλοι, τὰς λιτρώδεις τὰς ποιητὰς σφαίρας, ᾗσι Ρ῾ύπτουσι τὰς ὀθόνας, σάπων ἐπίκλην, τῇσι Ρ῾ύπτειν τὸ σκῆνος ἐν λουτρῷ ἄριστον : καὶ ἀνδράχνη καὶ ἀείζωον ξὺν ὄξεϊ, ἀτὰρ καὶ λαπάθου Ρ῾ιζέων ἀφέψημα ξὺν ἀπύρῳ θείῳ Ρ῾ύπτει καλῶς. ποικίλον δὲ, ἁλκυονίου τοῦ λείου, καὶ νίτρου, καὶ τρυγὸς ὄξεος κεκαυμένης , καὶ στυπτηρίης σχιστῆς, καὶ θείου τοῦ ἀπύρου, καὶ κόστου, καὶ ἴριδος, καὶ πεπέριος: τάδε χρὴ πάντα μίσγειν, ἑκάστῳ τὸ πρὸς δύναμιν, ἄλλο δὲ ἄλλῳ ἶσον: καὶ τόδε καταπάσσοντα ἀνατρίβειν . ἐς δὲ τοὺς ὄχθους τοῦ προσώπου, κλημάτων τὴν σποδιὴν ξύν τινι θηρίων στέατι μίσγοντα χρίειν, λέοντος, παρδάλιος, ἄρκτου, ἢν δὲ μὴ, χηναλώπεκος. ὅμοιον γὰρ ἐν ἀνομοίῳ, ὅκως πίθηκος ἀνθρώπῳ, ἄριστον : καὶ ἀμμωνιακὸν τὸ θυμίημα ξὺν ὄξεϊ, καὶ ἀρνογλώσσου χυλῷ, πολυγόνου, καὶ ὑποκιστὶς καὶ λύκιον:

[p. 239] ἢν δὲ πελιδναὶ ἔωσι αἱ σάρκες, προεγχαράσσειν ἐκχυλώσιος εἵνεκεν : ἢν δ᾽ ἐπὶ τοῖσι δριμέσι Ρ῾εύμασι ἀναδαρέντα πρηο̈́νειν τὰ μέρεα ἐθέλῃς, τήλιος ἀφέψημα, πτισάνης χυλὸς, Ρ῾ύμμα μαλθακόν: λιπας δὲ Ρ῾όδινον, σχίνινον. λουτρὰ δὲ ξυνεχέα ξύμφορα ἐς ὑγρασμὸν καὶ ἐς διαπνοὴν τῶν κακῶν χυμῶν.

τροφὴ δὲ καθαρὴ, εὔχυμος, εὔπεπτος, ἁπλῆ: καὶ δίαιτα εὐκρινὴς πάντη, καὶ ἐν ὕπνοισι, καὶ περιπάτοισι, καὶ χώρῃσι: γυμνάσια, δρόμοι, καὶ ἀνειλήσιες , καὶ κωρυκοβολίαι: ἅπαντα ἀκάματα ξὺν ἐμμελεῖ ἐπιτάσι: ἔστω δὲ καὶ ἀναφώνησις, τοῦ πνεύματος γυμνάσιον τὸ καίριον. ἐσθὴς ἔστω καθαρὴ, οὐχ ὡς ὁρῆσθαι μοῦνον ἥδε, ἀλλ᾽ ὅτι καὶ τὰ πινόεντα ὀδαξώδεα τῷ δέρματι. πιπίσκειν ἀψινθίου τοῦ οἴνου νήστιας. ἄριστον δὲ ἄρτος ἐκ κριθῶν, καὶ τάριχος ὡραῖος, καὶ σμικρόν τι μαλάχης κράμβης ἡμίεφθον, ξὺν κυμίνου ἐμβάμματι: ἐς δὲ δεῖπνον, σταφυλίνου Ρ῾ίζα, καὶ χόνδροι, ξὺν τῷ οἴνῳ καὶ τῷ μέλιτι παλαίῳ τὴν μῖξιν, καὶ τὰ θαλάσσια, ὁκόσα τὴν γαστέρα ὑπολύει, τελλίνων ζωμοὶ, ὄστρεα, ἐχῖνοι καὶ τῶν ἰχθύων οἱ πετραῖοι : χερσαίων δὲ, τὰ θηρία, λαγώς, σῦς. πετεινῶν, πέρδικες πᾶσαι, φάσσαι, πελειάδες, καὶ ὁκόσα χώρη ἄριστα ἴσχει. ἀκροδρύων τὰ ὡραῖα: οἶνοι γλυκεῖς οἰνωδέων κρείσσονες . λουτρὰ φύσι θερμὰ, θειώδη : καὶ βίος ἐν ὕδασι μακρὸς, ἠδὲ καὶ θάλασσα, καὶ πλοῦς.

Ἐλλεβορισμοί: ἐλλέβορος λευκὸς μὲν τῆς ἄνω κοιλίης κάθαρσις: μέλας δὲ τῆς κάτω: καὶ ἔστιν λευκὸς οὐκ ἐμετήριον μοῦνον, ἀλλὰ καὶ ξυμπάντων ὁμοῦ καθαρτηρίων δυνατώτατος, οὐ τῷ πλήθεϊ καὶ τῇ ποικιλίῃ τῆς ἐκκρίσιος: τόδε γὰρ καὶ χολέρη πρήσσει: — οὐδ᾽ ἐντάσεσι καὶ βίῃ τῇσι ἐπὶ τοῖσι ἐμέτοισὶ, — ἐς τόδε γὰρ ναυτίη καὶ θάλασσα κρέσσον : ἀλλὰ δυνάμι καὶ ποιότητι οὔτι φαύλῃ, τῇπερ καὶ ὑγιέας τοὺς κάμνοντας ποιέει, καὶ ἐπ᾽ ὀλίγῃ τῇ καθάρσι, καὶ ἐπὶ σμικρῇ τῇ ἐντάσι: ἀτὰρ καὶ πάντων τῶν χρονίων νοσημάτων

[p. 240] ἐς Ρ῾ίξαν ἱδρυμέν ων, ἢν ἀπαυδήσῃ τὰ λοιπὰ ἄκεα, τόδε μοῦνον ἰητήριο ν. πυρὶ ἴκελον γὰρ ἐς δύναμιν λευκὸς ἐλλέβορος: καὶ τί περ πῦρ ἐργάζεται ἐκκαῖον, τοῦδε πλέον ἐλλέβορος εἴσω παρεκθέων πρήσσει, εὔπνοιαν μὲν ἐκ δυσπνοίης, ἐξ ἀχροίης δὲ εὐχροίην, καὶ ἀπὸ σκελετίης εὐσαρκίην.

1 This word, or some other of similar import, is evidently required in this place, as Petit was the first to suggest. Ermerins does not hesitate to adopt it.

2 In the Askew ms. there is a lacuna here, occupying a whole page, but none at the end of the chapter, as in the printed editions.

3 ermerins erases τὸ μύρον, fancying that the ointment could not be suitable in this place. However, Actuarius recommends the Nardinum Unguentum expressly for Stomachics. Meth. Med. vi. 10.

4 If the text here be sound, the expression must be understood as a strange circumlocution for πετροσελίνου or σελίνου τοῦ ἐν πέτραις. See below, in the next chapter. It is worthy of remark, that this mode of circumlocution was much practised by the writers in the Ionic dialect. See Gregorius Corinthus, under περὶ Ἰάδος.

5 there can be little or no doubt that the words in the lacuna immediately adjoining σιτίων, were ἔμετος ἀπό. On the popular modes of producing easy vomiting in ancient times, see Paulus aegineta, t. i, pp. 52 — 54. On the use of emetics in the cure of Arthritis and Schiatica, see further, Ibid ... i. pp. 652 — 676, passim.

6 there is evidently something wanting in the text. Petit and Ermerins substitute ὠφελέει after ἄλλῳ. I cannot but think, however, that the more natural reading would be μὴ; meaning, that the remedies in certain cases proved beneficial, and in others not.

7 The common reading, ἄξιον ἔχον, is changed by Ermerins to ἀξιόνικον. I cannot see that this change is any improvement.

8 petit, Wigan, and Ermerins are all agreed, that the negative particle, although wanting in the mss., is here required by the sense.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: