Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅκως ἐν νηϊ καὶ γαλήνῃ.
καὶ γὰρ,
εἰ εὐτυχοίη ὁ νοσέων,
ἐν θαλάσσῃ
γίγνοιτ᾽ ἂν αἰώρη καὶ βιοτή.
καὶ γάρ τι ξηρὸν ἐς τὰ ἕλκεα
ξυνδίδωσι ἅλμη:
ἀπὸ δὲ τῆς αἰώρης ἐφησυχάσαν τα χρίεσθαι νῦν λιπαρῷλίπαϊ,
ἐπὶ τῇσι τρίψεσι ἐξεχὲς καταιον ούμ ενον ...
ἀπ᾽ ὀλίγου ἐκ προσαγωγῆς,
ἐς κοτύλας
πέντε,
ἢ ἓξ,
ἢ πολλόν τι
πλεῖον:
ἢν δὲ μὴ,
ὁκόσον τις δύνηται :
πολλάκι γὰρ τόδε
μοῦνον ἀντὶ πάσης τροφῆς ἤρκεσε:
γάλα δὲ ἡδὺ μὲν προσάρασθαι:
πιεῖν δὲ Ρ῾ήϊστον,
[p. 224] στερεὸν θρέψαι,
καὶ τροφῆς ἁπάσης ἐκ παιδὸς ξυνηθέστερον:
ἰδεῖν δὲ τερπνὸν τῇ χροιῇ:
φάρμακον δὲ ἀρτηρίῃ ἄκερχνον,
διαπτερῶσαι βρόγχον,
ἄγειν φλέγμα,
εὔπνοον,
ὀλισθηρὸν δὲ τὴν κάτω διέξοδον:
ἕλκεσι δὲ φάρμακον γλυκὺ
καὶ ἄλλου παντὸς εὐμενές τερον.
ἢν μὲν ὦν τις πολλὸν τοῦδε
πίνῃ,
οὐδεμίης τροφῆς ἄλλης χρέος.
ἀγαθὸν γὰρ ἐν νούσῳ ἔνι φάρμακον γάλα τωὐτὸν γίγνεσθαι καὶ τροφήν.
καὶ γὰρ ἀνθρώπων τῶν γαλακτο φάγων τὰ ἔθνεα σῖτον οὐκ ἔδει:
ἄριστον δὲ
ξὺν γάλακτι,
καὶ πολτοὶ,
καὶ ἰτρία,
καὶ χόνδροι πλυτοὶ,
καὶ ὁκόσα ἐδεστὰ ἐκ γάλακτος γίγνεται.
καὶ τροφῆς ἢν ἑτέρης δέῃ,
ἔστω
ὁμοίη,
πτισάνης ὁ χυλὸς,
εὔπεπτος,
λιτή:
χρὴ δὲ τοσόνδε ἡδύνθαι,
ὁκόσον Ρ῾υμφάνεσθαί ἐστι Ρ῾ηΐστη:
ἢν καὶ τῶν ἐς ἡδονήν τι
λαμβάνῃ,
καὶ τόδε ἔστω φάρμακον,
λιγυστι κοῦ κόμην,
γλήχωνα,
ἡδύοσμον,
ἁλῶν βραχὺ,
ὄξος,
ἢ μέλι.
ἢν μὲν στόμαχος ἀπεπτέῃ,
τόδε παρέχειν :
ἢν
δὲ μηδὲν ὅδε προσαναγκάζῃ,
πάντων ἐστὶ πτισάνη κρέσσων :
ἔξεστι δὲ τὴν πτισάνην ἐς χόνδρον ἀλλάξαι :
ἀφυσότερος γὰρ,
καὶ εὐπεπτότερος καὶ σμηγματώδης ἢν ὡς πτισάνη πτίσθῃ.
1
ἐν τῇσι ὑγροτέρῃσι ἀναγωγῇσι κύαμος καθαίρει ἕλκεα,
ἀλλ᾽ ἔστι φυσώδης.
πισὸς καὶ
ὦχρος,
ὁκόσον ἀφυσότερα,
τοσόνδε ἑλκέων ἀκαθαρτότερα.
ξυντεκμαιρόμενον
ὦν πρὸς τὰ παρέοντα,
τοῖσδε χρῆσθαι :
ὄψα δὲ
αὐτέων,
ἅσσα καὶ ἐπὶ πτισάνῃ λέλεκται:
ὠὰ δὲ ἐκ πυρὸς μὲν
ὑδαρέα,
θερμά:
ἄριστον δὲ ἐκ ζῴων ἀρτίτοκα,
πρὶν τὴν