previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐγίνετο τὴν παρασκευὴν ἐν τῇ παραχειμασίᾳ. καὶ ταύτην ἔχων τὴν ἐπιβολὴν καὶ τὴν ἡλικίαν, ἣν ἀρτίως εἶπα, πάντας ἀπεκρύψατο χωρὶς Γαΐου Λαιλίου, μέχρι πάλιν αὐτὸς ἔκρινε φανερὸν ποιεῖν. [2]

τούτοις δὲ τοῖς ἐκλογισμοῖς ὁμολογοῦντες οἱ συγγραφεῖς, ὅταν ἐπὶ τὸ τέλος ἔλθωσι τῆς πράξεως, οὐκ οἶδ᾽ ὅπως οὐκ εἰς τὸν ἄνδρα καὶ τὴν τούτου πρόνοιαν, εἰς δὲ τοὺς θεοὺς καὶ τὴν τύχην ἀναφέρουσι τὸ γεγονὸς κατόρθωμα, [3] καὶ ταῦτα χωρὶς τῶν εἰκότων καὶ τῆς τῶν συμβεβιωκότων μαρτυρίας, καὶ διὰ τῆς ἐπιστολῆς τῆς πρὸς Φίλιππον αὐτοῦ τοῦ Ποπλίου σαφῶς ἐκτεθεικότος ὅτι τούτοις τοῖς ἐκλογισμοῖς χρησάμενος, οἷς ἡμεῖς ἀνώτερον ἐξελογισάμεθα, καθόλου τε τοῖς ἐν Ἰβηρίᾳ πράγμασιν ἐπιβάλοιτο καὶ κατὰ μέρος τῇ τῆς Καρχηδόνος πολιορκίᾳ. [4]

πλὴν τότε γε τῷ μὲν ἐπὶ τοῦ στόλου Γαΐῳ Λαιλίῳ δι᾽ ἀπορρήτων ἐντειλάμενος παρήγγειλε πλεῖν ἐπὶ τὴν προειρημένην πόλιν[5] μόνος γὰρ οὗτος αὐτῷ συνῄδει τὴν ἐπιβολήν, καθάπερ ἀνώτερον εἶπον[6] αὐτὸς δὲ τὰς πεζικὰς δυνάμεις ἀναλαβὼν ἐποιεῖτο τὴν πορείαν μετὰ σπουδῆς. εἶχε δὲ τὸ μὲν τῶν πεζῶν πλῆθος εἰς δισμυρίους καὶ πεντακισχιλίους, ἱππεῖς δ᾽ εἰς δισχιλίους καὶ πεντακοσίους. [7] ἀφικόμενος δ᾽ ἑβδομαῖος κατεστρατοπέδευσε κατὰ τὸ πρὸς ἄρκτους μέρος τῆς πόλεως, καὶ περιεβάλετο κατὰ μὲν τὴν ἐκτὸς ἐπιφάνειαν τῆς στρατοπεδείας τάφρον καὶ χάρακα διπλοῦν ἐκ θαλάττης εἰς θάλατταν, κατὰ δὲ τὴν πρὸς τὴν πόλιν ἁπλῶς οὐδέν. αὐτὴ γὰρ τοῦ τόπου φύσις ἱκανὴν ἀσφάλειαν αὐτῷ παρεσκεύαζε. [8] μέλλοντες δὲ καὶ τὴν πολιορκίαν καὶ τὴν ἅλωσιν τῆς πόλεως δηλοῦν, ἀναγκαῖον ἡγούμεθ᾽ εἶναι τὸ καὶ τοὺς παρακειμένους τόπους καὶ τὴν θέσιν αὐτῆς ἐπὶ ποσὸν ὑποδεῖξαι τοῖς ἀκούουσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: