previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δὲ Πόπλιος ἐδίδου μὲν αὑτὸν εἰς τὸν κίνδυνον, ἐποίει δὲ τοῦτο κατὰ δύναμιν ἀσφαλῶς: [2] εἶχε γὰρ μεθ᾽ αὑτοῦ τρεῖς ἄνδρας θυρεοφοροῦντας, οἳ παρατιθέντες τοὺς θυρεοὺς καὶ τὴν ἀπὸ τοῦ τείχους ἐπιφάνειαν σκεπάζοντες ἀσφάλειαν αὐτῷ παρεσκεύαζον. [3] διὸ παρὰ τὰ πλάγια καὶ τοὺς ὑπερδεξίους τόπους ἐπιπαριὼν μεγάλα συνεβάλλετο πρὸς τὴν χρείαν: [4] ἅμα μὲν γὰρ ἑώρα τὸ γινόμενον, ἅμα δ᾽ αὐτὸς ὑπὸ πάντων ὁρώμενος ἐνειργάζετο προθυμίαν τοῖς ἀγωνιζομένοις. [5] ἐξ οὗ συνέβαινε μηδὲν ἐλλιπὲς γίνεσθαι τῶν πρὸς τὸν κίνδυνον, ἀλλ᾽ ὁπότε τιν᾽ αὐτῷ πρὸς τὸ προκείμενον καιρὸς ὑποδείξειε, πᾶν ἐκ χειρὸς ἀεὶ συνηργεῖτο πρὸς τὸ δέον. [6]

ὁρμησάντων δὲ ταῖς κλίμαξι περὶ τὴν ἀνάβασιν τῶν πρώτων τεθαρρηκότως, οὐχ οὕτως τὸ πλῆθος τῶν ἀμυνομένων ἐπικίνδυνον ἐποίει τὴν προσβολὴν ὡς τὸ μέγεθος τῶν τειχῶν. [7] διὸ καὶ μᾶλλον ἐπερρώσθησαν οἱ κατὰ τὰ τείχη, θεωροῦντες τὴν δυσχρηστίαν τῶν συμβαινόντων. [8] ἔνιαι μὲν γὰρ συνετρίβοντο τῶν κλιμάκων, πολλῶν ἅμα διὰ τὸ μέγεθος συνεπιβαινόντων: ἐφ᾽ αἷς δ᾽ οἱ πρῶτοι προσβαίνοντες ἐσκοτοῦντο διὰ τὴν εἰς ὕψος ἀνάτασιν καὶ βραχείας προσδεόμενοι τῆς ἐκ τῶν ἀμυνομένων ἀντιπράξεως ἐρρίπτουν σφᾶς αὐτοὺς ἀπὸ τῶν κλιμάκων. [9] ὅτε δὲ καὶ δοκοὺς τι τοιοῦτον ἐγχειρήσαιεν ἐπιρρίπτειν ἀπὸ τῶν ἐπάλξεων, ὁμοῦ πάντες ἀπεσύροντο καὶ κατεφέροντο πρὸς τὴν γῆν. [10] οὐ μὴν ἀλλὰ τοιούτων ἀπαντωμένων οὐδὲν ἱκανὸν ἦν πρὸς τὸ κωλύειν τὴν ἐπιφορὰν καὶ τὴν ὁρμὴν τῶν Ῥωμαίων, ἀλλ᾽ ἔτι καταφερομένων τῶν πρώτων ἐπέβαινον οἱ συνεχεῖς ἐπὶ τὴν ἐκλείπουσαν ἀεὶ χώραν. [11] ἤδη δὲ τῆς ἡμέρας προβαινούσης, καὶ τῶν στρατιωτῶν τετρυμμένων ὑπὸ τῆς κακοπαθείας, ἀνεκαλέσατο ταῖς σάλπιγξιν στρατηγὸς τοὺς προσβάλλοντας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: