previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


VII. Res Graeciae

οἱ μὲν Αἰτωλοί, προσφάτως ἐπηρμένοι ταῖς ἐλπίσιν ἐπὶ τῇ Ῥωμαίων καὶ τῇ τοῦ βασιλέως Ἀττάλου παρουσίᾳ, πάντας ἐξέπληττον καὶ πᾶσιν ἐπέκειντο κατὰ γῆν, οἱ δὲ περὶ τὸν Ἄτταλον καὶ Πόπλιον κατὰ θάλατταν. [2] διόπερ ἧκον Ἀχαιοὶ μὲν παρακαλοῦντες τὸν Φίλιππον βοηθεῖν: οὐ γὰρ μόνον τοὺς Αἰτωλοὺς ἠγωνίων, ἀλλὰ καὶ τὸν Μαχανίδαν διὰ τὸ προκαθῆσθαι μετὰ τῆς δυνάμεως ἐπὶ τοῖς τῶν Ἀργείων ὅροις. [3] Βοιωτοὶ δὲ δεδιότες τὸν στόλον τῶν ὑπεναντίων, ἡγεμόνα καὶ βοήθειαν ᾔτουν. φιλοπονώτατά γε μὴν οἱ τὴν Εὔβοιαν κατοικοῦντες ἠξίουν ἔχειν τινὰ πρόνοιαν τῶν πολεμίων. παραπλήσια δ᾽ Ἀκαρνᾶνες παρεκάλουν. [4] ἦν δὲ καὶ παρ᾽ Ἠπειρωτῶν πρεσβεία. προσήγγελτο δὲ καὶ Σκερδιλαΐδαν καὶ Πλευρᾶτον ἐξάγειν τὰς δυνάμεις: ἔτι δὲ τοὺς προσοροῦντας τῇ Μακεδονίᾳ Θρᾷκας, καὶ μάλιστα τοὺς Μαιδούς, ἐπιβολὰς ἔχειν ὡς ἐμβαλοῦντας ἐπὶ Μακεδονίαν, ἐὰν βραχύ τι μόνον βασιλεὺς τῆς οἰκείας ἀποσπασθῇ. [5] προκατελάμβανον δὲ καὶ τὰ περὶ Θερμοπύλας στενὰ τάφροις καὶ χάρακι καὶ φυλακαῖς βαρείαις Αἰτωλοί, πεπεισμένοι συγκλείειν τὸν Φίλιππον καὶ καθόλου κωλύειν παραβοηθεῖν τοῖς ἐντὸς Πυλῶν συμμάχοις. [6] δοκεῖ δέ μοι τὰς τοιαύτας περιστάσεις εὐλόγως ἄν τις ἐπισημήνασθαι καὶ συνεφιστάνειν τοὺς ἀναγινώσκοντας, ἐν αἷς πεῖρα καὶ βάσανος ἀληθινὴ γίνεται κατὰ τάς τε ψυχικὰς ὁρμὰς καὶ τὰς σωματικὰς δυνάμεις τῶν ἡγεμόνων. [7] καθάπερ γὰρ ἐν ταῖς κυνηγεσίαις τὰ ζῷα τότε διάδηλα γίνεται κατὰ τὴν ἀλκὴν καὶ τὴν δύναμιν, ὅταν τὸ δεινὸν αὐτὰ περιστῇ πανταχόθεν, τὸν αὐτὸν τρόπον συμβαίνει καὶ ἐπὶ τῶν ἡγουμένων. δὴ τότε μάλιστα συνιδεῖν ἦν γινόμενον ὑπὸ τοῦ Φιλίππου: [8] τὰς μὲν γὰρ πρεσβείας ἀπέλυσε πάσας, ἑκάστοις τὰ δυνατὰ ποιήσειν ἐπαγγειλάμενος, τῷ δὲ πολέμῳ πανταχόθεν ἐπεῖχε, καραδοκῶν πῇ καὶ πρὸς τίνα πρῶτον δεήσει

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: