previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἦσαν δὲ κινήσεις, ἃς ὑπελάμβανε πρὸς πάντα καιρὸν ἁρμόζειν, αἷς ἔδει συνειθίσθαι τοὺς ἱππεῖς, αὗται: [2] αἱ καθ᾽ ἵππον μὲν κλίσεις ἐφ᾽ ἡνίαν καὶ πάλιν ἐπὶ δόρυ, πρὸς δὲ τούτοις ἀναστροφὴ καὶ μεταβολή, [3] κατ᾽ οὐλαμὸν δ᾽ ἐπιστροφὴ καὶ περισπασμός, ἔτι δ᾽ ἐκπερισπασμός, [4] πρὸς δὲ τούτοις ἐξαγωγαὶ κατὰ λόχους καὶ διλοχίας ἀφ᾽ ἑκατέρων τῶν κεράτων μετὰ τάχους, ποτὲ δ᾽ ἀπὸ τῶν μέσων, καὶ συναγωγαὶ πάλιν μετ᾽ ἐποχῆς εἰς οὐλαμούς, εἰς ἴλας, εἰς ἱππαρχίας, [5] ἐπὶ δὲ τούτοις ἐκτάξεις ἐφ᾽ ἑκατέρων τῶν κεράτων διὰ παρεμβολῆς διὰ παραγωγῆς τῆς παρὰ τοὺς οὐραγούς. [6] τὰς μὲν γὰρ κατὰ περίκλασιν οὐ προσδεῖσθαι μελέτης ἔφη: σχεδὸν γὰρ ὡς ἂν εἰ πορείας ἔχειν διάθεσιν. [7] ἐκ δὲ τούτου τὰς ἐπαγωγὰς τὰς ἐπὶ τοὺς ἐναντίους καὶ τὰς ἀποχωρήσεις ἔδει συνεθίζειν ἐν πάσαις ταῖς κινήσεσιν ἐπὶ τοσοῦτον ὥστε δεινῷ τῷ τάχει προσάγειν, ἐφ᾽ ὅσον συζυγοῦντας καὶ συστοιχοῦντας διαμένειν, ἅμα δὲ καὶ τὰ διαστήματα κατὰ τοὺς οὐλαμοὺς τηρεῖν, [8] ὡς ἱππέων λελυκότων τὴν τάξιν τὴν ἐν οὐλαμοῖς, αἱρουμένων κινδυνεύειν, οὐδὲν ἐπισφαλέστερον ὑπάρχον οὐδ᾽ ἀχρειότερον. [9] ταῦτα δ᾽ ὑποδείξας τοῖς τε πολλοῖς καὶ τοῖς ἀποτελείοις, αὖθις ἐπεπορεύετο τὰς πόλεις, ἐξετάζων πρῶτον μὲν εἰ συμπεριφέρονθ᾽ οἱ πολλοὶ τοῖς παραγγελλομένοις, δεύτερον δ᾽ εἰ κρατοῦσιν οἱ κατὰ πόλεις ἄρχοντες τοῦ σαφῶς καὶ δεόντως διδόναι τὰ παραγγέλματα, [10] κρίνων πρὸς τὴν ἀλήθειαν οὐδὲν ἀναγκαιότερον εἶναι τῆς τῶν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: