previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅταν δὲ ταῦτα συνθέμενοι χωρισθῶσιν, ἑκάτερον ἐπὶ τοῦ τόπου δεήσει πρῶτον μὲν διόπτραν ἔχειν δύ᾽ αὐλίσκους ἔχουσαν, ὥστε τοῦ μέλλοντος ἀντιπυρσεύειν τῷ μὲν τὸν δεξιὸν τόπον, τῷ δὲ τὸν εὐώνυμον δύνασθαι θεωρεῖν. [2] παρὰ δὲ τὴν διόπτραν ἑξῆς ὀρθὰ δεῖ τὰ πλατεῖα πεπηγέναι, [3] παραπεφράχθαι δὲ καὶ τὸν δεξιὸν καὶ τὸν εὐώνυμον τόπον ἐπὶ δέκα πόδας, τὸ δὲ βάθος ὡς ἀνδρόμηκες, εἰς τὸ τοὺς πυρσοὺς αἰρομένους μὲν παρὰ ταῦτα τὴν φάσιν ἀκριβῆ ποιεῖν, καθαιρουμένους δὲ τὴν κρύψιν. [4] τούτων δ᾽ ἑτοιμασθέντων παρ᾽ ἀμφοτέροις, ὅταν βούλῃ δηλῶσαι λόγου χάριν διότι "τῶν στρατιωτῶν τινες εἰς ἑκατὸν ἀποκεχωρήκασι πρὸς τοὺς ὑπεναντίους," πρῶτον δεῖ διαλέξαι τῶν λέξεων, ὅσαι δι᾽ ἐλαχίστων γραμμάτων δύνανται ταὐτὸ δηλοῦν, [5] οἷον ἀντὶ τοῦ προειρημένου "Κρῆτες ἑκατὸν ἀφ᾽ ἡμῶν ηὐτομόλησαν." νῦν γὰρ τὰ μὲν γράμματ᾽ ἐστὶν ἐλάττω τῶν ἡμίσεων, διασαφεῖται δὲ ταὐτόν. [6] τούτου δὲ γραφέντος εἰς πινάκιον, οὕτω δηλωθήσεται τοῖς πυρσοῖς. πρῶτον δ᾽ ἐστὶ γράμμα τὸ κάππα: [7] τοῦτο δ᾽ ἐστὶν ἐν τῇ δευτέρᾳ μερίδι καὶ τῷ δευτέρῳ πλατείῳ. δεήσει δὲ καὶ πυρσοὺς ἐκ τῶν εὐωνύμων δύ᾽ αἴρειν, ὥστε τὸν ἀποδεχόμενον γινώσκειν ὅτι δεῖ τὸ δεύτερον πλατεῖον ἐπισκοπεῖν. [8] εἶτ᾽ ἐκ τῶν δεξιῶν ἀρεῖ πέντε, διασαφῶν ὅτι κάππα: τοῦτο γὰρ πέμπτον ἐστὶ τῆς δευτέρας μερίδος, δεήσει γράφειν εἰς τὸ πινάκιον τὸν ἀποδεχόμενον τοὺς πυρσούς. [9] εἶτα τέτταρας ἐκ τῶν εὐωνύμων, ἐπεὶ τὸ ῥῶ τῆς τετάρτης ἐστὶ μερίδος. εἶτα δύο πάλιν ἐκ τῶν δεξιῶν: δεύτερον γάρ ἐστι τῆς τετάρτης. ἐξ οὗ τὸ ῥῶ γράφει [ὁ δεχόμενος τοὺς πυρσούς]: καὶ τὰ λοιπὰ τὸν αὐτὸν τρόπον. [10] προδηλοῦται μὲν οὖν πᾶν τὸ προσπῖπτον ὡρισμένως κατὰ ταύτην τὴν ἐπίνοιαν,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), BACTRIA´NA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: