previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ Ποπλίῳ τῷ πατρὶ περιπέσῃ συμφοραῖς. διὸ τοῦτο μὲν τὸ μέρος ἀπεδοκίμασε, πυνθανόμενος δὲ τὴν προειρημένην Καρχηδόνα μεγίστας μὲν χρείας παρέχεσθαι τοῖς ὑπεναντίοις, μέγιστα δὲ βλάπτειν καὶ κατὰ τὸν ἐνεστῶτα πόλεμον αὐτόν, ἐξητάκει τὰ κατὰ μέρος ὑπὲρ αὐτῆς ἐν τῇ παραχειμασίᾳ διὰ τῶν εἰδότων. [2] ἀκούων δὲ πρῶτον μὲν ὅτι λιμένας ἔχει στόλῳ καὶ ναυτικαῖς δυνάμεσι μόνη σχεδὸν τῶν κατὰ τὴν Ἰβηρίαν, ἅμα δὲ καὶ διότι πρὸς τὸν ἀπὸ τῆς Λιβύης πλοῦν καὶ πελάγιον δίαρμα λίαν εὐφυῶς κεῖται τοῖς Καρχηδονίοις, [3] μετὰ δὲ ταῦτα διότι καὶ τὸ τῶν χρημάτων πλῆθος καὶ τὰς ἀποσκευὰς τῶν στρατοπέδων ἁπάσας ἐν ταύτῃ τῇ πόλει συνέβαινε τοῖς Καρχηδονίοις ὑπάρχειν, ἔτι δὲ τοὺς ὁμήρους τοὺς ἐξ ὅλης τῆς Ἰβηρίας, [4] τὸ δὲ μέγιστον, ὅτι μάχιμοι μὲν ἄνδρες εἴησαν εἰς χιλίους οἱ τὴν ἄκραν τηροῦντες διὰ τὸ μηδένα μηδέποτ᾽ ἂν ὑπολαμβάνειν ὅτι κρατούντων Καρχηδονίων σχεδὸν ἁπάσης Ἰβηρίας ἐπινοήσει τις τὸ παράπαν πολιορκῆσαι ταύτην τὴν πόλιν, [5] τὸ δ᾽ ἄλλο πλῆθος ὅτι πολὺ μὲν εἴη διαφερόντως ἐν αὐτῇ, πᾶν δὲ δημιουργικὸν καὶ βάναυσον καὶ θαλαττουργὸν καὶ πλεῖστον ἀπέχον πολεμικῆς ἐμπειρίας, κατὰ τῆς πόλεως ὑπελάμβανεν εἶναι, παραδόξου γενομένης ἐπιφανείας. [6] καὶ μὴν οὐδὲ τὴν θέσιν τῆς Καρχηδόνος οὐδὲ τὴν κατασκευὴν οὐδὲ τὴν τῆς περιεχούσης αὐτὴν λίμνης διάθεσιν ἠγνόει, [7] διὰ δέ τινων ἁλιέων τῶν ἐνειργασμένων τοῖς τόποις ἐξητάκει διότι καθόλου μέν ἐστι τεναγώδης λίμνη καὶ βατὴ κατὰ τὸ πλεῖστον, ὡς δ᾽ ἐπὶ τὸ πολὺ καὶ γίνεταί τις αὐτῆς ἀποχώρησις καθ᾽ ἡμέραν ἐπὶ δείλην ὀψίαν. [8] ἐξ ὧν συλλογισάμενος ὅτι καθικόμενος μὲν τῆς ἐπιβολῆς οὐ μόνον βλάψει τοὺς ὑπεναντίους, ἀλλὰ καὶ τοῖς σφετέροις πράγμασι μεγάλην ἐπίδοσιν παρασκευάσει, [9] διαπεσὼν δὲ τῆς προθέσεως, ὅτι δύναται σῴζειν τοὺς ὑποταττομένους διὰ τὸ θαλαττοκρατεῖν, ἐὰν ἅπαξ ἀσφαλίσηται τὴν στρατοπεδείαντοῦτο δ᾽ ἦν εὐχερὲς διὰ τὸ μακρὰν ἀπεσπάσθαι τὰς τῶν ὑπεναντίων δυνάμεις[10] οὕτως ἀφέμενος τῶν ἄλλων περὶ ταύτην

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (3 total)
  • Cross-references to this page (3):
    • A Dictionary of Greek and Roman Antiquities (1890), TOGA
    • Dictionary of Greek and Roman Geography (1854), CARTHA´GO NOVA
    • Smith's Bio, Mago
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: