previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


γενομένης δὲ τῆς προσαγγελίας διότι συμβαίνει τὸν μὲν Εὐθύδημον μετὰ τῆς δυνάμεως εἶναι περὶ Ταπουρίαν, μυρίους δ᾽ ἱππεῖς προκαθίζεσθαι φυλάττοντας τὰς περὶ τὸν Ἄριον ποταμὸν διαβάσεις, ἔκρινε τὴν πολιορκίαν ἀπογνοὺς ἔχεσθαι τῶν προκειμένων. [2] ἀπέχοντος δὲ τοῦ ποταμοῦ τριῶν ἡμερῶν ὁδόν, ἐπὶ μὲν ἡμέρας δύο σύμμετρον ἐποιήσατο τὴν πορείαν, τῇ δὲ τρίτῃ μετὰ τὸ δειπνῆσαι τοῖς ἄλλοις ἅμα τῷ φωτὶ ποιεῖσθαι παρήγγειλε τὴν ἀναζυγήν, αὐτὸς δ᾽ ἀναλαβὼν τοὺς ἱππέας καὶ τοὺς εὐζώνους, [3] ἅμα δὲ πελταστὰς μυρίους, προῆγε νυκτός, πορείᾳ χρώμενος ἐνεργῷ. [4] τοὺς γὰρ ἱππεῖς ἐπυνθάνετο τῶν ὑπεναντίων τὰς μὲν ἡμέρας ἐφεδρεύειν παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ, τὰς δὲ νύκτας ὑποχωρεῖν πρός τινα πόλιν οὐκ ἔλαττον εἴκοσι σταδίων διέχουσαν. διανύσας δὲ νύκτωρ τὴν καταλειπομένην ὁδόν, [5] ἅτε τῶν πεδίων ἱππασίμων ὑπαρχόντων, ἔφθασε περαιώσας τὸν ποταμὸν ἅμα τῷ φωτὶ τὸ πλεῖστον μέρος τῆς μεθ᾽ ἑαυτοῦ δυνάμεως. [6] οἱ δὲ τῶν Βακτριανῶν ἱππεῖς, σημηνάντων αὐτοῖς τῶν σκοπῶν τὸ γεγονός, ἐξεβοήθουν, καὶ κατὰ πορείαν συνέμισγον τοῖς ὑπεναντίοις. [7] δὲ βασιλεύς, θεωρῶν ὅτι δεῖ δέξασθαι τὴν πρώτην ἐπιφορὰν τῶν πολεμίων, παρακαλέσας τοὺς περὶ αὐτὸν εἰθισμένους κινδυνεύειν τῶν ἱππέων δισχιλίους, τοῖς μὲν ἄλλοις παρήγγειλε κατὰ σημαίας καὶ κατ᾽ οὐλαμοὺς αὐτοῦ παρεμβαλεῖν καὶ λαμβάνειν ἑκάστους τὰς εἰθισμένας τάξεις, [8] αὐτὸς δὲ μετὰ τῶν προειρημένων ἱππέων ἀπαντήσας συνέβαλε τοῖς πρώτοις ἐπιφερομένοις τῶν Βάκτρων. [9] δοκεῖ δὲ κατὰ τοῦτον τὸν κίνδυνον Ἀντίοχος ἀγωνίσασθαι διαπρεπέστατα τῶν μεθ᾽ αὑτοῦ. [10] πολλοὶ μὲν οὖν ἀμφοτέρων διεφθάρησαν, ἐπεκράτησαν δὲ τῆς πρώτης ἱππαρχίας οἱ μετὰ τοῦ βασιλέως: τῆς δὲ δευτέρας καὶ τρίτης ἐπιφερομένης ἐπιέζοντο καὶ κακῶς ἀπήλλαττον. [11] κατὰ δὲ τὸν καιρὸν τοῦτον, τῶν πλείστων ἱππέων ἐκτεταγμένων ἤδη, Παναίτωλος ἐπαγαγεῖν παραγγείλας τὸν μὲν βασιλέα καὶ τοὺς μετ᾽ αὐτοῦ κινδυνεύοντας ἐδέξατο, τοὺς δὲ τῶν Βακτριανῶν ἐπιφερομένους ἀτάκτως ἐκ μεταβολῆς προτροπάδην ἠνάγκασε φυγεῖν. [12] ἐκεῖνοι μὲν οὖν, τῶν περὶ τὸν Παναίτωλον αὐτοῖς ἐπικειμένων, οὐ πρότερον ἔστησαν ἕως οὗ συνέμιξαν τοῖς περὶ τὸν Εὐθύδημον, τοὺς πλείστους ἀπολωλεκότες αὑτῶν: οἱ δὲ τοῦ βασιλέως ἱππεῖς, [13] πολλοὺς μὲν φονεύσαντες, πολλοὺς δὲ ζωγρίᾳ λαβόντες, ἀνεχώρουν. καὶ τότε μὲν αὐτοῦ παρὰ τὸν ποταμὸν ηὐλίσθησαν: [14] ἐν δὲ τούτῳ τῷ κινδύνῳ τὸν μὲν ἵππον συμβαίνει *** ἀποθανεῖν τραυματισθέντα ***, αὐτὸν δὲ πληγέντα διὰ τοῦ στόματος ἀποβαλεῖν τινας: τῶν ὀδόντων, καθόλου δὲ φήμην ἐπ᾽ ἀνδρείᾳ περιποιήσασθαι τότε μάλιστα. [15] γενομένης δὲ τῆς μάχης ταύτης μὲν Εὐθύδημος καταπλαγεὶς ἀνεχώρησε μετὰ τῆς δυνάμεως εἰς πόλιν Ζαριάσπαν τῆς Βακτριανῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: