previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[33] ὄψις τε ἦν ὥσπερ δύο στρατῶν, τοῦ μὲν ἀρχομένου πολεμεῖν, τοῦ δ᾽ ἐφεδρεύοντος: ἑκάτερος δ᾽ αὐτῶν ἐς κατάπληξιν ἐσκεύαστο δεινῶς πλήθει τε καὶ κόσμῳ. ἐφειστήκει δὲ τοῖς μὲν δεξιοῖς ἱππεῦσιν Ἀντίοχος αὐτός, τοῖς δ᾽ ἐπὶ θάτερα Σέλευκος υἱὸς Ἀντιόχου, τῇ δὲ φάλαγγι Φίλιππος ἐλεφαντάρχης καὶ τοῖς προμάχοις Μύνδις τε καὶ Ζεῦξις. ἀχλυώδους δὲ καὶ ζοφερᾶς τῆς ἡμέρας γενομένης, τε ὄψις ἔσβεστο τῆς ἐπιδείξεως, καὶ τὰ τοξεύματα πάντα ἀμβλύτερα ἦν ὡς ἐν ἀέρι ὑγρῷ καὶ σκοτεινῷ. ὅπερ ἐπεὶ κατεῖδεν Εὐμένης, τῶν μὲν ἄλλων κατεφρόνησε, τὴν δὲ ῥύμην τῶν ἁρμάτων τεταγμένων ἐφ᾽ ἑαυτὸν μάλιστα δείσας, ὅσοι ἦσαν αὐτῷ σφενδονῆται καὶ ἀκοντισταὶ καὶ ἕτεροι κοῦφοι, συναγαγὼν προσέταξε, τὰ ἅρματα περιθέοντας, ἐς τοὺς ἵππους ἀκοντίζειν ἀντὶ τῶν ἐπιβατῶν: ἵππου γὰρ ἐν ἅρματι ζυγομαχοῦντος ἀχρεῖον τὸ λοιπὸν ἅρμα γίγνεται, καὶ πολλὰ καὶ τῆς ἄλλης εὐταξίας παραλύεται, τὰ δρέπανα τῶν φιλίων δεδιότων. καὶ τότε συνηνέχθη γενέσθαι: πληγέντων γὰρ τῶν ἵππων ἀθρόως, καὶ τὰ ἅρματα ἐς τοὺς φίλους περιφερόντων, αἵ τε κάμηλοι πρῶται τῆς ἀταξίας ᾐσθάνοντο, πλησίον τοῖς ἅρμασι παρατεταγμέναι, καὶ μετὰ ταύτας κατάφρακτος ἵππος, οὐ ῥᾳδίως ὑπὸ τοῦ βάρους τὰ δρέπανα ἐκφεύγειν δυναμένη. θόρυβός τε ἦν ἤδη πολὺς καὶ τάραχος ποικίλος, ἀρξάμενος μὲν ἀπὸ τῶνδε μάλιστα, χωρῶν δὲ ἐπὶ ὅλον τὸ μεταίχμιον, καὶ μείζων ὑπόνοια τοῦ ἀκριβοῦς: ὡς γὰρ ἐν διαστήματι μακρῷ καὶ πλήθει πυκνῷ καὶ βοῇ ποικίλῃ καὶ φόβῳ πολλῷ, τὸ μὲν ἀκριβὲς οὐδὲ τοῖς ἀγχοῦ τῶν πασχόντων καταληπτὸν ἦν, τὴν δὲ ὑπόνοιαν μειζόνως ἐς τοὺς ἑξῆς ἕκαστοι μετέφερον.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: