previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[7] τοσάδε μὲν ἀπεκρίναντο Ῥωμαῖοι, καὶ τὰς αἰτίας ταῖς ἀποκρίσεσιν οὐκ ἐπέθεσαν: δ᾽ Ἀντίοχος ἐς πρώτην ἐπινοῶν τὴν Ἑλλάδα ἐσβαλεῖν, κἀκεῖθεν ἄρξασθαι τοῦ πρὸς Ῥωμαίους πολέμου, ὑπετίθετο τὴν γνώμην τῷ Καρχηδονίῳ Ἀννίβᾳ: δ᾽ ἔφη τὴν μὲν Ἑλλάδα ἐκ πολλοῦ τετρυμένην ἔργον εὐχείρωτον εἶναι, τοὺς δὲ πολέμους ἅπασι χαλεποὺς μὲν οἴκοι διὰ λιμὸν τὸν ἐπιγιγνόμενον, ἔξω δὲ κουφοτέρους: καὶ τὰ Ῥωμαίων οὔ ποτε Ἀντίοχον ἐν τῇ Ἑλλάδι καθαιρήσειν, ἀγορᾶς τε οἰκείας καὶ παρασκευῆς ἱκανῆς εὐπορούντων. ἐκέλευεν οὖν τι προλαβεῖν τῆς Ἰταλίας καὶ πολεμεῖν ἐκεῖθεν ὁρμώμενον, ἵνα Ῥωμαίοις ἀσθενέστερα καὶ τὰ οἴκοι καὶ τὰ ἔξω. ‘ἔχω δ᾽ ἐμπείρως,’ ἔφη, ‘τῆς Ἰταλίας, καὶ μυρίοις ἀνδράσι δύναμαι καταλαβεῖν αὐτῆς τὰ ἐπίκαιρα, ἔς τε Καρχηδόνα τοῖς φίλοις ἐπιστεῖλαι τὸν δῆμον ἐς ἀπόστασιν ἐγεῖραι, δυσφοροῦντα τέως ἐφ᾽ ἑαυτοῦ καὶ πρὸς Ῥωμαίους ἀπίστως ἔχοντα, τόλμης τε καὶ ἐλπίδος ἐμπλησόμενον, εἰ πύθοιντό με πορθοῦντᾳ τὴν Ἰταλίαν αὖθις.’ δ᾽ ἄσμενος ἀκούσας τοῦ λόγου, καὶ μέγα, ὥσπερ ἦν, ἐς τὸν πόλεμον ἡγούμενος Καρχηδόνα προσλαβεῖν, αὐτίκα αὐτὸν ἐπιστέλλειν τοῖς φίλοις ἐκέλευεν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: