next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀντίοχος Σελεύκου τοῦ Ἀντιόχου, Σύρων καὶ Βαβυλωνίων καὶ ἑτέρων ἐθνῶν βασιλεύς, ἕκτος δὲ ἀπὸ Σελεύκου τοῦ μετ᾽ Ἀλέξανδρον Ἀσίας τῆς περὶ Εὐφράτην βεβασιλευκότος, ἐσβαλὼν ἐς Μηδίαν τε καὶ Παρθυηνὴν καὶ ἕτερα ἔθνη ἀφιστάμενα ἔτι πρὸ αὐτοῦ, καὶ πολλὰ καὶ μεγάλα δράσας, καὶ μέγας Ἀντίοχος ἀπὸ τοῦδε κληθείς, ἐπαιρόμενος τοῖς γεγονόσι καὶ τῇ δι᾽ αὐτὰ προσωνυμίᾳ, Συρίαν τε τὴν κοίλην καὶ Κιλικίας ἔστιν Πτολεμαίου τοῦ φιλοπάτορος, Αἰγύπτου βασιλέως ἔτι παιδὸς ὄντος, ἐπιδραμὼν περιέσπασε, καὶ μικρὸν οὐδὲν ἐνθυμούμενος Ἑλλησποντίους ἐπῄει καὶ Αἰολέας καὶ Ἴωνας ὡς οἷ προσήκοντας ἄρχοντι τῆς Ἀσίας, ὅτι καὶ πάλαι τῶν τῆς Ἀσίας βασιλέων ὑπήκουον. ἔς τε τὴν Εὐρώπην διαπλεύσας Θρᾴκην ὑπήγετο καὶ τὰ ἀπειθοῦντα ἐβιάζετο, Χερρόνησόν τε ὠχύρου, καὶ Λυσιμάχειαν ᾤκιζεν, ἣν Λυσίμαχος μὲν Θρᾴκης ἐπὶ Ἀλεξάνδρῳ βασιλεύσας ἔκτισεν ἐπιτείχισμα τοῖς Θρᾳξὶν εἶναι, οἱ Θρᾷκες δ᾽ ἀποθανόντος τοῦ Λυσιμάχου καθῃρήκεσαν. καὶ Ἀντίοχος συνῴκιζε, τούς τε φεύγοντας τῶν Λυσιμαχέων κατακαλῶν, καὶ εἴ τινες αὐτῶν αἰχμάλωτοι γεγονότες ἐδούλευον ὠνούμενος, καὶ ἑτέρους προσκαταλέγων, καὶ βοῦς καὶ πρόβατα καὶ σίδηρον ἐς γεωργίαν ἐπιδιδούς, καὶ οὐδὲν ἐλλείπων ἐς ταχεῖαν ἐπιτειχίσματος ὁρμήν: πάνυ γὰρ αὐτῷ τὸ χωρίον ἐφαίνετο λαμπρῶς ἔχειν ἐπὶ ὅλῃ Θρᾴκῃ, καὶ ταμιεῖον εὔκαιρον ἐς τὰ λοιπὰ ὧν ἐπενόει πάντων ἔσεσθαι.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: