previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[65] Σελεύκου δ᾽ ἀποθανόντος διάδοχοι, παῖς παρὰ πατρὸς ἐκδεχόμενοι τὴν Σύρων ἀρχήν, ἐγένοντο οἵδε, Ἀντίοχος μὲν πρῶτος ὅδε τῆς μητρυιᾶς ἐρασθείς, ὃς καὶ σωτὴρ ἐπεκλήθη Γαλάτας ἐκ τῆς Εὐρώπης ἐς τὴν Ἀσίαν ἐσβαλόντας, ἐξελάσας, δεύτερος δὲ Ἀντίοχος ἕτερος, ἐκ τῶνδε τῶν γάμων γενόμενος, ὅτῳ θεὸς ἐπώνυμον ὑπὸ Μιλησίων γίγνεται πρῶτον, ὅτι αὐτοῖς Τίμαρχον τύραννον καθεῖλεν. ἀλλὰ τόνδε μὲν τὸν θεὸν ἔκτεινεν γυνὴ φαρμάκῳ. δύο δὲ εἶχε, Λαοδίκην καὶ Βερενίκην, ἐξ ἔρωτός τε καὶ ἐγγύης, ... Πτολεμαίου τοῦ φιλαδέλφου θυγατέρα: καὶ αὐτὸν ἔκτεινε Λαοδίκη, καὶ ἐπ᾽ ἐκείνῳ Βερενίκην τε καὶ τὸ Βερενίκης βρέφος. καὶ Πτολεμαῖος τοῦ φιλαδέλφου, ταῦτα τινύμενος, Λαοδίκην τε ἔκτεινε καὶ ἐς Συρίαν ἐνέβαλε καὶ ἐς Βαβυλῶνα ἤλασεν. καὶ Παρθυαῖοι τῆς ἀποστάσεως τότε ἦρξαν ὡς τεταραγμένης τῆς τῶν Σελευκιδῶν ἀρχῆς.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: