previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[64] ἄρχεται δ᾽ δεύτερος Ῥωμαίων τε καὶ Μιθριδάτου πόλεμος ἐνθένδε.

Μουρήνας μὲν ὑπὸ Σύλλα σὺν δύο τέλεσι τοῖς Φιμβρίου καθίστασθαι τὰ λοιπὰ τῆς Ἀσίας ὑπελέλειπτο, καὶ πολέμων ἀφορμὰς ἠρεσχήλει δι᾽ ἐπιθυμίαν θριάμβου: Μιθριδάτης δ᾽ ἐς τὸν Πόντον ἐσπλεύσας Κόλχοις καὶ Βοσποριανοῖς ἀφισταμένοις ἐπολέμει. ὧν Κόλχοι τὸν υἱὸν παρ᾽ αὐτοῦ, Μιθριδάτην, βασιλέα σφίσιν ᾐτοῦντο δοθῆναι, καὶ λαβόντες αὐτίκα ὑπήκουσαν. ὑποπτεύσας δ᾽ βασιλεὺς τόδε πρὸς τοῦ παιδὸς αὐτοῦ βασιλείας ἐπιθυμοῦντος γενέσθαι, καλέσας αὐτὸν ἔδησεν ἐν πέδαις χρυσαῖς καὶ μετ᾽ οὐ πολὺ ἀπέκτεινε, πολλὰ χρήσιμόν οἱ περὶ τὴν Ἀσίαν ἐν τοῖς πρὸς Φιμβρίαν ἀγῶσι γενόμενον. ἐπὶ δὲ Βοσποριανοὺς ναῦς τε συνεπήγνυτο καὶ στρατὸν ἡτοιμάζετο πολύν, ὡς τὸ μέγεθος αὐτοῦ τῆς παρασκευῆς δόξαν ἐγεῖραι ταχεῖαν, οὐκ ἐπὶ Βοσποριανοῖς ἀλλ᾽ ἐπὶ Ῥωμαίοις τάδε συλλέγεσθαι. οὐ γάρ πω οὐδ᾽ Ἀριοβαρζάνῃ πᾶσαν ἐβεβαίου Καππαδοκίαν, ἀλλ᾽ ἔστιν αὐτῆς καὶ τότε κατεῖχεν. Ἀρχέλαόν τε ἐν ὑποψίαις ἐτίθετο ὡς πολλὰ πέρα τοῦ δέοντος κατὰ τὴν Ἑλλάδα ἐν ταῖς διαλύσεσιν ἐπιχωρήσαντα τῷ Σύλλᾳ. ὧν Ἀρχέλαος αἰσθανόμενός τε καὶ δείσας ἐς Μουρήναν ἔφυγε, καὶ παροξύνας αὐτὸν ἔπεισε Μιθριδάτῃ προεπιχειρεῖν. Μουρήνας μὲν δὴ διὰ Καππαδοκίας αὐτίκα ἐσβαλὼν ἐς Κόμανα, κώμην ὑπὸ τῷ Μιθριδάτῃ μεγίστην, σεβάσμιον ἱερὸν καὶ πλούσιον ἔχουσαν, ἱππέας τινὰς ἔκτεινε τοῦ Μιθριδάτου, καὶ πρέσβεσιν αὐτοῦ τὰς συνθήκας προτείνουσιν οὐκ ἔφη συνθήκας ὁρᾶν: οὐ γὰρ συνεγέγραπτο Σύλλας, ἀλλ᾽ ἔργῳ τὰ λεχθέντα βεβαιώσας ἀπήλλακτο. ταῦτα δ᾽ εἰπὼν Μουρήνας εὐθέως ἐλεηλάτει, καὶ οὐδὲ τῶν ἱερῶν χρημάτων ἀποσχόμενος ἐχείμαζεν ἐν Καππαδοκίᾳ.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: