previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[101] Μιθριδάτης δὲ μετὰ τῶν ὑπασπιστῶν μόνων ὠσάμενος ἐς τὰ κατάκρημνα καὶ διαφυγὼν ἐνέτυχέ τισιν ἱππεῦσι μισθοφόροις καὶ πεζοῖς ὡς τρισχιλίοις, οἳ εὐθὺς αὐτῷ συνείμοντο ἐς Σινόρηγα φρούριον, ἔνθα αὐτῷ χρήματα πολλὰ ἐσεσώρευτο: καὶ δωρεὰν καὶ μισθὸν ἐνιαυτοῦ τοῖς συμφυγοῦσι διέδωκεν. φέρων δ᾽ ἐς ἑξακισχίλια τάλαντα ἐπὶ τὰς τοῦ Εὐφράτου πηγὰς ἠπείγετο ὡς ἐκεῖθεν ἐς Κόλχους περάσων. δρόμῳ δ᾽ ἀπαύστῳ χρώμενος τὸν μὲν Εὐφράτην ὑπερῆλθεν ἡμέρᾳ μάλιστα τετάρτῃ, τρισὶ δ᾽ ἄλλαις καθιστάμενος καὶ ὁπλίζων τοὺς συνόντας προσιόντας ἐς τὴν Χωτηνὴν Ἀρμενίαν ἐνέβαλεν, ἔνθα Χωτηνοὺς μὲν καὶ Ἴβηρας, κωλύοντας αὐτὸν βέλεσι καὶ σφενδόναις, ἐλαύνων διῆλθεν ἐπὶ τὸν Ἄψαρον ποταμόν. Ἴβηρας δὲ τοὺς ἐν Ἀσίᾳ οἱ μὲν προγόνους οἱ δ᾽ ἀποίκους ἡγοῦνται τῶν Εὐρωπαίων Ἰβήρων, οἱ δὲ μόνον ὁμωνύμους: ἔθος γὰρ οὐδὲν ἦν ὅμοιον, γλῶσσα. Μιθριδάτης δ᾽ ἐν Διοσκούροις χειμάζων, ἥν τινα πόλιν οἱ Κόλχοι σύμβολον ἡγοῦνται τῆς Διοσκούρων σὺν Ἀργοναύταις ἐπιδημίας, οὐδὲν σμικρόν, οὐδ᾽ οἷον ἐν φυγῇ, διενοεῖτο, ἀλλὰ τὸν Πόντον ὅλον ἐν κύκλῳ καὶ Σκύθας ἐπὶ τῷ Πόντῳ καὶ τὴν Μαιώτιδα λίμνην ὑπερελθὼν ἐς Βόσπορον ἐμβαλεῖν, τήν τε Μαχάρους τοῦ παιδὸς ἀρχήν, ἀχαρίστου περὶ αὐτὸν γενομένου, παραλαβὼν αὖθις ἐκ μετώπου Ῥωμαίοις γενέσθαι, καὶ πολεμεῖν ἐκ τῆς Εὐρώπης οὖσιν ἐν τῇ Ἀσίᾳ, τὸν πόρον ἐν μέσῳ θέμενος, ὃν κληθῆναι νομίζουσι Βόσπορον Ἰοῦς διανηξαμένης, ὅτε βοῦς γενομένη κατὰ ζηλοτυπίαν Ἥρας ἔφευγεν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
  • Cross-references to this page (3):
    • Dictionary of Greek and Roman Geography (1854), DIOSCU´RIAS
    • Dictionary of Greek and Roman Geography (1854), NICO´POLIS
    • Dictionary of Greek and Roman Geography (1854), SINO´RIA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: