previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[13] μὲν τοιαῦτα εἶπε, Νικομήδους δὲ πρέσβεις ἐς ἀντιλογίαν αὐτῷ παρόντες ἔφασαν:

Νικομήδει μὲν ἐκ πολλοῦ Μιθριδάτης ἐπιβουλεύων Σωκράτη μετὰ στρατιᾶς ἐπὶ τὴν βασιλείαν ἐπῆγεν, ἡσυχάζοντα καὶ δικαιοῦντα τὸν πρεσβύτερον ἄρχειν. καὶ ὧδε Μιθριδάτης ἐς Νικομήδην ἔπραξεν, ὃν ὑμεῖς, Ῥωμαῖοι, Βιθυνῶν ἐστήσασθε βασιλεύειν: καὶ δῆλόν ἐστιν οὐκ ἐς ἡμᾶς μᾶλλον ἐς ὑμᾶς γεγονέναι. τῷ δ᾽ αὐτῷ λόγῳ κεκελευκότων ὑμῶν τοῖς ἐν Ἀσίᾳ βασιλεῦσι τῆς Εὐρώπης μηδὲ ἐπιβαίνειν, τὰ πολλὰ Χερρονήσου περιέσπασεν. καὶ τάδε μὲν ἔστω τῆς ἐς ὑμᾶς ὕβρεώς τε καὶ δυσμενείας αὐτοῦ καὶ ἀπειθείας ἔργα: παρασκευὴ δὲ ὅση, καὶ πᾶσα ἕτοιμος ὡς ἐπὶ μέγαν δὴ καὶ ἐγνωσμένον πόλεμον ἤδη, τοῦ τε ἰδίου στρατοῦ καὶ συμμάχων Θρᾳκῶν καὶ Σκυθῶν, ὅσα τε ἄλλα πλησίον ἔθνη. ἐς δὲ τὸν Ἀρμένιον αὐτῷ καὶ ἐπιγαμία γέγονε, καὶ ἐς Αἴγυπτον καὶ Συρίαν περιπέμπει προσεταιριζόμενος τοὺς βασιλέας. νῆές τε εἰσὶν αὐτῷ κατάφρακτοι τριακόσιαι, καὶ ἑτέρας προσαπεργάζεται: ἐπί τε πρῳρέας καὶ κυβερνήτας ἐς Φοινίκην καὶ ἐς Αἴγυπτον περιέπεμψεν. ἅπερ οὐκ ἐπὶ Νικομήδει που, τοσάδε ὄντα, ἀλλ᾽ ἐφ᾽ ὑμῖν, Ῥωμαῖοι, Μιθριδάτης, ἐργάζεται, δυσμεναίνων μὲν ἐξ οὗ Φρυγίαν αὐτὸν πανούργως πριάμενον, καὶ δεκάσαντα τῶν ὑμετέρων τινὰ στρατηγῶν, ἀποθέσθαι προσετάξατε, τῆς οὐ δικαίας κτήσεως καταγνόντες, χαλεπαίνων δ᾽ ἐπὶ Καππαδοκία, δεδομένῃ καὶ τῇδε πρὸς ὑμῶν Ἀριοβαρζάνῃ, δεδιὼς δ᾽ αὐξομένους ὑμᾶς, καὶ παρασκευαζόμενος ἐν τῇ καθ᾽ ἡμᾶς προφάσει καὶ ὑμῖν, εἰ δύναιτο, ἐπιθέσθαι. σωφρόνων δ᾽ ἐστὶ μὴ περιμένειν ὅτε πολεμεῖν ὑμῖν ὁμολογήσει, ἀλλ᾽ ἐς τὰ ἔργα αὐτοῦ μᾶλλον τοὺς λόγους ἀφορᾶν μηδὲ φιλίας ὄνομα ἐπίπλαστον ὑποκρινομένῳ τοὺς ἀληθεῖς καὶ βεβαίους ἐκδοῦναι φίλους, μηδὲ τὴν σφετέραν περὶ τῆς ἡμετέρας βασιλείας κρίσιν ὑπεριδεῖν ἀκυρουμένην ὑπ᾽ ἀνδρὸς ὁμοίως ἡμῖν τε καὶ ὑμῖν ἐχθροῦ.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: