previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[99] ἐνοχλούμενος δ᾽ ὑπὸ τῆς ἀπορίας βασιλεὺς ἄκων ὑπεχώρει, καὶ ἐσεδέχετο Πομπήιον ἐς τὴν ἑαυτοῦ, ἐλπίζων καθήμενον ἐν τῇδε τῇ διεφθαρμένῃ κακοπαθήσειν. δὲ ἀγορὰν μὲν ἐπακτὸν ἐκ τῶν ὄπισθεν εἶχε, περιελθὼν δὲ τὰ πρὸς ἕω τοῦ Μιθριδάτου, καὶ φρούρια αὐτῷ καὶ στρατόπεδα πολλὰ ἐς ἑκατὸν καὶ πεντήκοντα σταδίους περιθεὶς ἀπετάφρευε τοῦ μὴ σιτολογεῖν αὐτὸν ἔτι εὐμαρῶς. καὶ βασιλεὺς ἀποταφρεύοντι μὲν οὐκ ἐπετίθετο, εἴθ᾽ ὑπὸ δέους εἴθ᾽ ὑπ᾽ ἀνοίας, νᾶσιν ἐγγίγνεται πλησιαζόντων τῶν κακῶν, κάμνων δ᾽ αὖθις ἐξ ἀπορίας τὰ ὑποζύγια ὅσα εἶχε κατέκοπτε, τοὺς ἵππους μόνους περιποιούμενος, ἔστε μόλις ἐς πεντήκοντα διαρκέσας ἡμέρας νυκτὸς ἀπεδίδρασκε σὺν σιωπῇ βαθείᾳ δι᾽ ὁδῶν δυσχερῶν. ὡς δὲ αὐτὸν μόλις ἡμέρας Πομπήιος καταλαβὼν εἴχετο τῶν ὑστάτων, μὲν καὶ τότε τῶν φίλων ἐκτάξαι κελευόντων οὐκ ἐμάχετο, ἀλλὰ τοῖς ἱππεῦσι μόνοις τοὺς πλησιάζοντας ἀνακόπτων ἑσπέρας ἐν ὕλαις ηὐλίσατο πυκναῖς. τῇ δ᾽ ἐπιούσῃ χωρίον κατέλαβε περίκρημνον, οὗ μία ἐς αὐτὸ ἄνοδος ἦν, καὶ τέσσαρες αὐτὴν σπεῖραι προὐφύλασσον. ἀντεφύλασσον δὲ καὶ Ῥωμαῖοι μὴ διαφυγεῖν Μιθριδάτην.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: