previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[51] δὲ Σύλλας τῆς ἐπιούσης τόν τε ταξίαρχον ἐστεφάνου καὶ τοῖς ἄλλοις ἀριστεῖα ἐδίδου. καὶ τὴν Βοιωτίαν συνεχῶς μετατιθεμένην διήρπαζε, καὶ ἐς Θεσσαλίαν ἐλθὼν ἐχείμαζε, τὰς ναῦς τὰς μετὰ Λευκόλλου περιμένων. ἀγνοῶν δ᾽ ὅπῃ Λεύκολλος εἴη, ἐναυπηγεῖτο ἑτέρας, καὶ ταῦτα μέντοι Κορνηλίου τε Κίννα καὶ Γαΐου Μαρίου, τῶν ἐχθρῶν αὐτοῦ, ἐν Ῥώμῃ ἐψηφισμένων εἶναι Ῥωμαίων πολέμιον, καὶ τὴν οἰκίαν αὐτοῦ καὶ τὰς ἐπαύλεις καθῃρηκότων, καὶ τοὺς φίλους ἀνελόντων. δὲ οὐδὲν οὐδ᾽ ὣς καθῄρει τῆς ἐξουσίας, τὸν στρατὸν ἔχων εὐπειθῆ καὶ πρόθυμον. Κίννας δὲ Φλάκκον ἑλόμενός οἱ συνάρχειν τὴν ὕπατον ἀρχήν, ἔπεμπεν ἐς τὴν Ἀσίαν μετὰ δύο τελῶν, ἀντὶ τοῦ Σύλλα, ὡς ἤδη πολεμίου γεγονότος, τῆς τε Ἀσίας ἄρχειν καὶ πολεμεῖν τῷ Μιθριδάτῃ. ἀπειροπολέμῳ δ᾽ ὄντι τῷ Φλάκκῳ συνεξῆλθεν ἑκὼν ἀπὸ τῆς βουλῆς ἀνὴρ πιθανὸς ἐς στρατηγίαν, ὄνομα Φιμβρίας. τούτοις ἐκ Βρεντεσίου διαπλέουσιν αἱ πολλαὶ τῶν νεῶν ὑπὸ χειμῶνος διελύθησαν, καὶ τὰς πρόπλους αὐτῶν ἐνέπρησε στρατὸς ἄλλος ἐπιπεμφθεὶς ἐκ Μιθριδάτου. μοχθηρὸν δ᾽ ὄντα τὸν Φλάκκον καὶ σκαιὸν ἐν ταῖς κολάσεσι καὶ φιλοκερδῆ στρατὸς ἅπας ἀπεστρέφετο, καὶ μέρος αὐτῶν τι, προπεμφθὲν ἐς Θεσσαλίαν, ἐς τὸν Σύλλαν μετεστρατεύσαντο. τοὺς δὲ ὑπολοίπους Φιμβρίας, στρατηγικώτερος τοῦ Φλάκκου φαινόμενος αὐτοῖς καὶ φιλανθρωπότερος κατεῖχε μὴ μεταθέσθαι.

[52] ὡς δ᾽ ἔν τινι καταγωγῇ περὶ ξενίας ἔριδος αὐτῷ καὶ τῷ ταμίᾳ γενομένης Φλάκκος διαιτῶν οὐδὲν ἐς τιμὴν ἐπεσήμηνε τοῦ Φιμβρίου, χαλεπήνας Φιμβρίας ἠπείλησεν ἐς Ῥώμην ἐπανελεύσεσθαι. καὶ τοῦ Φλάκκου δόντος αὐτῷ διάδοχον ἐς τότε διῴκει, φυλάξας αὐτὸν Φιμβρίας ἐς Χαλκηδόνα διαπλέοντα, πρῶτα μὲν Θέρμον τὰς ῥάβδους ἀφείλετο, τὸν ἀντιστράτηγον ὑπὸ τοῦ Φλάκκου καταλελειμμένον, ὡς οἱ τοῦ στρατοῦ τὴν στρατηγίαν περιθέντος, εἶτα Φλάκκον αὐτὸν σὺν ὀργῇ μετ᾽ ὀλίγον ἐπανιόντα ἐδίωκεν, ἕως μὲν Φλάκκος ἔς τινα οἰκίαν καταφυγὼν καὶ νυκτὸς τὸ τεῖχος ὑπερελθὼν ἐς Χαλκηδόνα πρῶτον καὶ ἀπ᾽ αὐτῆς ἐς Νικομήδειαν ἔφυγε καὶ τὰς πύλας ἀπέκλεισεν, δὲ Φιμβρίας αὐτὸν ἐπελθὼν ἔκτεινεν ἐν φρέατι κρυπτόμενον, ὕπατόν τε ὄντα Ῥωμαίων καὶ στρατηγὸν τοῦδε τοῦ πολέμου ἰδιώτης αὐτὸς ὢν καὶ ὡς φίλῳ κελεύοντι συνεληλυθώς. ἐκτεμών τε τὴν κεφαλὴν αὐτοῦ μεθῆκεν ἐς θάλασσαν, καὶ τὸ λοιπὸν ἄταφον ἐκρίψας, αὑτὸν αὐτοκράτορα ἀπέφηνε τοῦ στρατοῦ. καὶ μάχας τινὰς οὐκ ἀγεννῶς ἠγωνίσατο τῷ παιδὶ τῷ Μιθριδάτου. αὐτόν τε βασιλέα συνεδίωξεν ἐς τὸ Πέργαμον, καὶ ἐς Πιτάνην ἐκ τοῦ Περγάμου διαφυγόντα ἐπελθὼν ἀπετάφρευεν, ἕως μὲν βασιλεὺς ἐπὶ νεῶν ἔφυγεν ἐς Μιτυλήνην,

[53] δὲ Φιμβρίας, ἐπιὼν τὴν Ἀσίαν, ἐκόλαζε τοὺς καππαδοκίσαντας, καὶ τῶν οὐ δεχομένων αὐτὸν τὴν χώραν ἐλεηλάτει. Ἰλιεῖς δὲ πολιορκούμενοι πρὸς αὐτοῦ κατέφυγον μὲν ἐπὶ Σύλλαν, Σύλλα δὲ φήσαντος αὐτοῖς ἥξειν, καὶ κελεύσαντος ἐν τοσῷδε Φιμβρίᾳ φράζειν ὅτι σφᾶς ἐπιτετρόφασι τῷ Σύλλᾳ, πυθόμενος Φιμβρίας ἐπῄνεσε μὲν ὡς ἤδη Ῥωμαίων φίλους, ἐκέλευσε δὲ καὶ αὑτὸν ὄντα Ῥωμαῖων ἔσω δέχεσθαι, κατειρωνευσάμενός τι καὶ τῆς συγγενείας τῆς οὔσης ἐς Ῥωμαίους Ἰλιεῦσιν. ἐσελθὼν δὲ τοὺς ἐν ποσὶ πάντας ἔκτεινε καὶ πάντα ἐνεπίμπρη, καὶ τοὺς πρεσβεύσαντας ἐς τὸν Σύλλαν ἐλυμαίνετο ποικίλως, οὔτε τῶν ἱερῶν φειδόμενος οὔτε τῶν ἐς τὸν νεὼν τῆς Ἀθηνᾶς καταφυγόντων, οὓς αὐτῷ νεῷ κατέπρησεν. κατέσκαπτε δὲ καὶ τὰ τείχη, καὶ τῆς ἐπιούσης ἠρεύνα περιιὼν μή τι συνέστηκε τῆς πόλεως ἔτι. μὲν δὴ χείρονα τῶν ἐπὶ Ἀγαμέμνονος παθοῦσα ὑπὸ συγγενοῦς διωλώλει, καὶ οἰκόπεδον οὐδὲν αὐτῆς οὐδ᾽ ἱερὸν οὐδ᾽ ἄγαλμα ἔτι ἦν: τὸ δὲ τῆς Ἀθηνᾶς ἕδος, Παλλάδιον καλοῦσι καὶ διοπετὲς ἡγοῦνται, νομίζουσί τινες εὑρεθῆναι τότε ἄθραυστον, τῶν ἐπιπεσόντων τειχῶν αὐτὸ περικαλυψάντων, εἰ μὴ Διομήδης αὐτὸ καὶ Ὀδυσσεὺς ἐν τῷ Τρωϊκῷ ἔργῳ μετήνεγκαν ἐξ Ἰλίου.

τάδε μὲν δὴ Φιμβρίας ἐς Ἴλιον εἰργάζετο, ληγούσης ἄρτι τῆς τρίτης καὶ ἑβδομηκοστῆς καὶ ἑκατοστῆς ὀλυμπιάδος. καί τινες ἡγοῦνται τὸ πάθος αὐτῇ τόδε μετ᾽ Ἀγαμέμνονα χιλίοις καὶ πεντήκοντα ἔτεσι γενέσθαι μάλιστα.

[54] δὲ Μιθριδάτης ἐπεὶ καὶ τῆς περὶ Ὀρχομενὸν ἥττης ἐπύθετο, διαλογιζόμενος τὸ πλῆθος ὅσον ἐξ ἀρχῆς ἐς τὴν Ἑλλάδα ἐπεπόμφει, καὶ τὴν συνεχῆ καὶ ταχεῖαν αὐτοῦ φθοράν, ἐπέστελλεν Ἀρχελάῳ διαλύσεις ὡς δύναιτο εὐπρεπῶς ἐργάσασθαι. δὲ Σύλλᾳ συνελθὼν ἐς λόγους εἶπε: ‘φίλος ὢν ὑμῖν πατρῷος, Σύλλα, Μιθριδάτης βασιλεὺς ἐπολέμησε μὲν διὰ στρατηγῶν ἑτέρων πλεονεξίαν, διαλύσεται δὲ διὰ τὴν σὴν ἀρετήν, ἢν τὰ δίκαια προστάσσῃς.’ καὶ Σύλλας ἀπορίᾳ τε νεῶν, καὶ χρήματα οὐκ ἐπιπεμπόντων οὐδ᾽ ἄλλο οὐδὲν οἴκοθεν αὐτῷ τῶν ἐχθρῶν ὡς πολεμίῳ, ἁψάμενος ἤδη τῶν ἐν Πυθοῖ καὶ Ὀλυμπίᾳ καὶ Ἐπιδαύρῳ χρημάτων, καὶ ἀντιδοὺς πρὸς λόγον τοῖς ἱεροῖς τὸ ἥμισυ τῆς Θηβαίων γῆς πολλάκις ἀποστάντων, ἔς τε τὴν στάσιν αὐτὴν τῶν ἐχθρῶν ἐπειγόμενος ἀκραιφνῆ καὶ ἀπαθῆ τὸν στρατὸν μεταγαγεῖν, ἐνεδίδου πρὸς τὰς διαλύσεις, καὶ εἶπεν:

ἀδικουμένου μὲν ἦν, Ἀρχέλαε, Μιθριδάτου, περὶ ὧν ἠδικεῖτο πρεσβεύειν, ἀδικοῦντος δὲ γῆν τοσήνδε ἀλλοτρίαν ἐπιδραμεῖν, καὶ κτεῖναι πολὺ πλῆθος ἀνδρῶν, τά τε κοινὰ καὶ ἱερὰ τῶν πόλεων καὶ τὰ ἴδια τῶν ἀνῃρημένων σφετερίσασθαι. τῷ δ᾽ αὐτῷ λόγῳ καὶ ἐς τοὺς ἰδίους φίλους, περὶ ἡμᾶς, ἄπιστος γενόμενος, ἔκτεινε καὶ τῶνδε πολλούς, καὶ τῶν τετραρχῶν οὓς ὁμοδιαίτους εἶχε, νυκτὸς μιᾶς, μετὰ γυναικῶν καὶ παίδων τῶν οὐ πεπολεμηκότων. ἐπὶ δὲ ἡμῖν καὶ φύσεως ἔχθραν μᾶλλον πολέμου χρείαν ἐπεδείξατο, παντοίαις ἰδέαις κακῶν τοὺς περὶ τὴν Ἀσίαν Ἰταλιώτας, σὺν γυναιξὶ καὶ παισὶ καὶ θεράπουσι τοῖς οὖσι γένους Ἰταλικοῦ, λυμηνάμενός τε καὶ κτείνας. τοσοῦτον ἐξήνεγκεν ἐς τὴν Ἰταλίαν μῖσος νῦν ἡμῖν ὑποκρινόμενος φιλίαν πατρῴαν, ἧς οὐ πρὶν ἑκκαίδεκα μυριάδας ὑμῶν ὑπ᾽ ἐμοῦ συγκοπῆναι ἐμνημονεύετε.

[55] ἀνθ᾽ ὧν δίκαιον μὲν ἦν ἄσπειστα αὐτῷ τὰ παρ᾽ ἡμῶν γενέσθαι, σοῦ δὲ χάριν ὑποδέχομαι συγγνώμης αὐτὸν τεύξεσθαι παρὰ Ῥωμαίων, ἂν τῷ ὄντι μεταγιγνώσκῃ. εἰ δὲ ὑποκρίνοιτο καὶ νῦν, ὥρα σοι τὸ σαυτοῦ σκοπεῖν, Ἀρχέλαε, ἐνθυμουμένῳ μὲν ὅπως ἔχει τὰ παρόντα σοί τε κἀκείνῳ, σκοποῦντι δ᾽ ὅν τινα τρόπον ἐκεῖνός τε ἑτέροις κέχρηται φίλοις καὶ ἡμεῖς Εὐμένει καὶ Μασσανάσσῃ.

δ᾽ ἔτι λέγοντος αὐτοῦ τὴν πεῖραν ἀπεσείετο, καὶ δυσχεράνας ἔφη τὸν ἐγχειρίσαντά οἱ τὴν στρατηγίαν οὔ ποτε προδώσειν: ‘ἐλπίζω δέ σοι διαλλάξειν, ἢν μέτρια προστάσσῃς.’ διαλιπὼν οὖν Σύλλας ὀλίγον, εἶπεν: ‘ἐὰν τὸν στόλον ἡμῖν, ὃν ἔχεις, Ἀρχέλαε, παραδιδῷ πάντα Μιθριδάτης, ἀποδῷ δὲ καὶ στρατηγοὺς ἡμῖν πρέσβεις αἰχμαλώτους αὐτομόλους ἀνδράποδα ἀποδράντα, καὶ Χίους ἐπὶ τοῖσδε, καὶ ὅσους ἄλλους ἀνασπάστους ἐς τὸν Πόντον ἐποιήσατο, μεθῇ, ἐξαγάγῃ δὲ καὶ τὰς φρουρὰς ἐκ πάντων φρουρίων, χωρὶς ὧν ἐκράτει πρὸ τῆσδε τῆς παρασπονδήσεως, ἐσενέγκῃ δὲ καὶ τὴν δαπάνην τοῦδε τοῦ πολέμου τὴν δι᾽ αὐτὸν γενομένην, καὶ στέργῃ μόνης ἄρχων τῆς πατρῴας δυναστείας. ἐλπίζω πείσειν Ῥωμαίους αὐτῷ μηδὲν ἐπιμηνῖσαι τῶν γεγονότων.’ μὲν δὴ τοσάδε εἶπεν, δὲ Ἀρχέλαος τὰς μὲν φρουρὰς αὐτίκα πανταχόθεν ἐξῆγε, περὶ δὲ τῶν ἄλλων ἐπέστελλε τῷ βασιλεῖ. καὶ Σύλλας τὴν ἐν τοσῷδε ἀργίαν διατιθέμενος, Ἐνετοὺς καὶ Δαρδανέας καὶ Σιντούς, περίοικα Μακεδόνων ἔθνη, συνεχῶς ἐς Μακεδονίαν ἐμβάλλοντα, ἐπιὼν ἐπόρθει, καὶ τὸν στρατὸν ἐγύμναζε, καὶ ἐχρηματίζετο ὁμοῦ.

[56] ἐλθόντων δὲ τῶν Μιθριδάτου πρέσβεων, οἳ τοῖς μὲν ἄλλοις συνετίθεντο, μόνην δ᾽ ἐξαιρούμενοι Παφλαγονίαν ἐπεῖπον ὅτι πλεόνων ἂν ἔτυχε Μιθριδάτης, εἰ πρὸς τὸν ἕτερον ὑμῶν στρατηγὸν διελύετο Φιμβρίαν, δυσχεράνας Σύλλας τῇ παραβολῇ, καὶ Φιμβρίαν ἔφη δώσειν δίκην, καὶ αὐτὸς ἐν Ἀσίᾳ γενόμενος εἴσεσθαι πότερα συνθηκῶν πολέμου δεῖται Μιθριδάτης. ὧδε δ᾽ εἰπὼν ἤλαυνεν ἐπὶ Κύψελλα διὰ Θρᾴκης, Λεύκολλον ἐς Ἄβυδον προπέμψας: ἤδη γὰρ αὐτῷ καὶ ὅδε ἀφῖκτο, κινδυνεύσας μὲν ὑπὸ λῃστῶν ἁλῶναι πολλάκις, στόλον δέ τινα νεῶν ἀγείρας ἀπό τε Κύπρου καὶ Φοινίκης καὶ Ῥόδου καὶ Παμφυλίας, καὶ πολλὰ δῃώσας τῆς πολεμίας, καὶ τῶν Μιθριδάτου νεῶν ἀποπειράσας ἐν παράπλῳ. Σύλλας μὲν οὖν ἀπὸ Κυψέλλων καὶ Μιθριδάτης ἐκ Περγάμου συιῄεσαν αὖθις ἐς λόγους, καὶ κατέβαινον ἐς πεδίον ἄμφω σὺν ὀλίγοις, ἐφορώντων τῶν στρατῶν ἑκατέρωθεν. ἦσαν δ᾽ οἱ λόγοι Μιθριδάτου μὲν ὑπόμνησις φιλίας καὶ συμμαχίας ἰδίας καὶ πατρῴας, καὶ ἐπὶ τοῖς Ῥωμαίων πρέσβεσι καὶ προβούλοις καὶ στρατηγοῖς κατηγορία ὧν ἐς αὐτὸν ἐπεπράχεσαν ἀδίκως, Ἀριοβαρζάνην τε κατάγοντες ἐς Καππαδοκίαν, καὶ Φρυγίας αὐτὸν ἀφαιρούμενοι, καὶ Νικομήδη περιορῶντες ἀδικοῦντα. ‘καὶ τάδε,’ ἔφη, ‘πάντα ἔπραξαν ἐπὶ χρήμασι, παραλλὰξ παρ᾽ ἐμοῦ τε καὶ παρ᾽ ἐκείνων λαμβάνοντες: γὰρ δὴ μάλιστ᾽ ἄν τις ὑμῶν, Ῥωμαῖοι, τοῖς πλείοσιν ἐπικαλέσειεν, ἔστιν φιλοκερδία. ἀναρραγέντος δὲ ὑπὸ τῶν ὑμετέρων στρατηγῶν τοῦ πολέμου, πάντα ὅσα ἀμυνόμενος ἔπραττον, ἀνάγκῃ μᾶλλον κατὰ γνώμην ἐγίγνετο.’

[57] μὲν δὴ Μιθριδάτης ὧδε εἰπὼν ἐπαύσατο, δὲ Σύλλας ὑπολαβὼν ἀπεκρίνατο:

ἐφ᾽ ἕτερα μὲν ἡμᾶς ἐκάλεις, ὡς τὰ προτεινόμενα ἀγαπήσων, οὐ μὴν ὁκνήσω καὶ περὶ τῶνδε διὰ βραχέων εἰπεῖν. ἐς μὲν Καππαδοκίαν ἐγὼ κατήγαγον Ἀριοβαρζάνην Κιλικίας ἄρχων, ὧδε Ῥωμαίων ψηφισαμένων: καὶ σὺ κατήκουες ἡμῶν, δέον ἀντιλέγειν καὶ μεταδιδάσκειν μηκέτι τοῖς ἐγνωσμένοις ἀντιτεῖναι. Φρυγίαν δέ σοι Μάνιος ἔδωκεν ἐπὶ δωροδοκίᾳ, κοινόν ἐστιν ἀμφοῖν ἀδίκημα. καὶ τῷδε μάλιστα αὐτὴν ὁμολογεῖς οὐ δικαίως λαβεῖν, ἐκ δωροδοκίας. τε Μάνιος καὶ τὰ ἄλλα ἠλέγχθη παρ᾽ ἡμῖν ἐπὶ χρήμασι πράξας, καὶ πάντα ἀνέλυσεν βουλή. λόγῳ καὶ Φρυγίαν ἀδίκως σοι δοθεῖσαν οὐχ ἑαυτῇ συντελεῖν ἐπέταξεν ἐς τοὺς φόρους, ἀλλ᾽ αὐτόνομον μεθῆκεν. ὧν δὲ ἡμεῖς οἱ πολέμῳ λαβόντες οὐκ ἀξιοῦμεν ἄρχειν, τίνι λόγῳ σὺ καθέξεις; Νικομήδης δὲ αἰτιᾶται μέν σε καὶ Ἀλέξανδρον αὐτῷ τὸν τὸ σῶμα τρώσοντα ἐπιπέμψαι, καὶ Σωκράτη τὸν χρηστὸν ἐπὶ τὴν ἀρχήν, καὶ τάδε αὐτὸς ἀμυνόμενος ἐς τὴν σὴν ἐμβαλεῖν: εἰ δέ τι ὅμως ἠδικοῦ, ἐς Ῥώμην πρεσβεύειν ἔδει καὶ τὰς ἀποκρίσεις ἀναμένειν. εἰ δὲ καὶ θᾶττον ἠμύνου Νικομήδη, πῶς καὶ Ἀριοβαρζάνην ἀπήλαυνες οὐδὲν ἀδικοῦντα; ἐκβαλὼν δ᾽ ἀνάγκην ἐπέθηκας τοῖς παροῦσι Ῥωμαίων κατάγειν αὐτόν, καὶ καταγόμενον κωλύων σὺ τὸν πόλεμον ἐξῆψας, ἐγνωκὼς μὲν οὕτω πρὸ πολλοῦ, καὶ ἐν ἐλπίδι ἔχων γῆς ἄρξειν ἁπάσης εἰ Ῥωμαίων κρατήσειας, προφάσεις δ᾽ ἐπὶ τῇ γνώμῃ τάσδε ποιούμενος. καὶ τούτου τεκμήριον, ὅτι καὶ Θρᾷκας καὶ Σκύθας καὶ Σαυρομάτας, οὔπω τινὶ πολεμῶν, ἐς συμμαχίαν ὑπήγου, καὶ ἐς τοὺς ἀγχοῦ βασιλέας περιέπεμπες, ναῦς τε ἐποιοῦ, καὶ πρῳρέας καὶ κυβερνήτας συνεκάλεις.

[58] μάλιστα δ᾽ καιρὸς ἐλέγχει σε τῆς ἐπιβουλῆς. ὅτε γὰρ τὴν Ἰταλίαν ἀφισταμένην ἡμῶν ᾐσθάνου, τὴν ἀσχολίαν τήνδε ἡμῶν φυλάξας ἐπέθου μὲν Ἀριοβαρζάνῃ καὶ Νικομήδει καὶ Γαλάταις καὶ Παφλαγονίᾳ, ἐπέθου δὲ Ἀσίᾳ τῷ ἡμετέρῳ χωρίῳ. καὶ λαβὼν οἷα δέδρακας τὰς πόλεις, αἷς τοὺς θεράποντας καὶ χρήστας ἐπέστησας ἐλευθερίας καὶ χρεῶν ἀποκοπαῖς, τοὺς Ἕλληνας, ὧν μιᾷ προφάσει χιλίους καὶ ἑξακοσίους διέφθειρας, Γαλατῶν τοὺς τετράρχας, οὓς ὁμοδιαίτους ἔχων ἀπέκτεινας, τὸ τῶν Ἰταλιωτῶν γένος, οὓς μιᾶς ἡμέρας σὺν βρέφεσι καὶ μητράσιν ἔκτεινάς τε καὶ κατεπόντωσας, οὐκ ἀποσχόμενος οὐδὲ τῶν ἐς τὰ ἱερὰ συμφυγόντων. πόσην μὲν ὠμότητά σου, πόσην δὲ ἀσέβειαν καὶ ὑπερβολὴν μίσους ἐς ἡμᾶς προενήνοχεν. σφετερισάμενος δ᾽ ἁπάντων τὰ χρήματα, ἐς τὴν Εὐρώπην ἐπέρας μεγάλοις στρατοῖς, ἡμῶν ἀπειπόντων ἅπασι τῆς Ἀσίας βασιλεῦσι τῆς Εὐρώπης μηδὲ ἐπιβαίνειν. διαπλεύσας δὲ Μακεδονίαν τε ἡμετέραν οὖσαν ἐπέτρεχες καὶ τοὺς Ἕλληνας τὴν ἐλευθερίαν ἀφῃροῦ. οὐ πρίν τε ἤρξω μετανοεῖν, οὐδ᾽ Ἀρχέλαος ὑπὲρ σοῦ παρακαλεῖν, Μακεδονίαν μέν με ἀνασώσασθαι, τὴν δὲ Ἑλλάδα τῆς σῆς ἐκλῦσαι βίας, ἑκκαίδεκα δὲ μυριάδας τοῦ σοῦ στρατοῦ κατακόψαι, καὶ τὰ στρατόπεδά σου λαβεῖν αὐταῖς παρασκευαῖς. καὶ θαυμάζω σου δικαιολογουμένου νῦν ἐφ᾽ οἷς δι᾽ Ἀρχελάου παρεκάλεις. πόρρω μὲν ὄντα με ἐδεδοίκεις, ἀγχοῦ δὲ γενόμενον ἐπὶ δίκην ἐληλυθέναι νομίζεις; ἧς καιρὸς ἀνάλωται, σοῦ τε πολεμήσαντος ἡμῖν, καὶ ἡμῶν ἀμυναμένων ἤδη καρτερῶς καὶ ἀμυνουμένων ἐς τέλος.

τοσαῦτα τοῦ Σύλλα μετ̓ ὀργῆς ἔτι λέγοντος, μετέπιπτεν βασιλεὺς καὶ ἐδεδοίκει, καὶ ἐς τὰς δι᾽ Ἀρχελάου γενομένας συνθήκας ἐνεδίδου, τάς τε ναῦς καὶ τὰ ἄλλα πάντα παραδοὺς ἐς τὸν Πόντον ἐπὶ τὴν πατρῴαν ἀρχὴν ἐπανῄει μόνην.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: