previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[24] οἱ Σεγεστανοὶ δὲ πᾶσαν πολιορκίαν ὑποστάντες ἡμέρᾳ τριακοστῇ κατὰ κράτος ἐλήφθησαν, καὶ τότε πρῶτον ἤρξαντο ἱκετεύειν. καὶ αὐτοὺς Καῖσαρ ἐπαίνῳ τε τῆς ἀρετῆς καὶ ἐλέῳ τῆς ἱκεσίας οὔτε ἔκτεινεν οὔτε ἀνέστησεν, ἀλλὰ χρήμασιν ἐζημίωσε, καὶ τῆς πόλεως μέρος διατειχίσας ἐσήγαγεν ἐς αὐτὸ φρουρὰν πέντε καὶ εἴκοσι σπειρῶν. καὶ μὲν τάδ᾽ ἐργασάμενος ἐς Ῥώμην ἀνέζευξεν, ὡς ἦρος ἐπανήξων ἐς τὴν Ἰλλυρίδα. φήμης δ᾽ ἐπιδραμούσης ὅτι τὴν φρουρὰν οἱ Σεγεστανοὶ διέφθειραν, ἐξέθορε χειμῶνος. καὶ τὸ μὲν τέλος τῆς φήμης ψευδὲς ηὗρε, τὴν δὲ αἰτίαν ἀληθῆ: ἐγεγόνεσαν γὰρ ἐν κινδύνῳ, τῶν Σεγεστανῶν αὐτοὺς ἄφνω περιστάντων, καὶ πολλοὺς τὸ αἰφνίδιον ἀπωλωλέκει, τῆς δ᾽ ἐπιούσης προελθόντες ἐκράτουν τῶν Σεγεστανῶν. οὖν Καῖσαρ ἐπὶ Δαλμάτας μετῄει, γένος ἕτερον Ἰλλυριῶν, Ταυλαντίοις ὅμορον.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: