previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[8] μὲν δὴ ταῦτα πάντα ἐδέχετο, καὶ γίγνονται Ῥωμαίοις αἵδε πρῶται πρὸς Ἰλλυριοὺς πεῖραί τε καὶ συνθῆκαι: Ῥωμαῖοι δ᾽ ἐπ᾽ αὐταῖς Κόρκυραν μὲν καὶ Ἀπολλωνίαν ἀφῆκαν ἐλευθέρας, Δημητρίῳ δ᾽ ἔστιν χωρία μισθὸν ἔδοσαν τῆς προδοσίας, ἐπειπόντες ὅτι ἐν τοσῷδε διδόασι, τὴν ἀπιστίαν ἄρα τοῦ ἀνδρὸς ὑφορώμενοι. δὴ καὶ ἦρξεν αὐτοῦ μετ᾽ ὀλίγον: Ῥωμαίων γὰρ Κελτοῖς ἐπὶ τριετὲς τοῖς ἀμφὶ τὸν Ἠριδανὸν οὖσι πολεμούντων, Δημήτριος ὡς ὄντων ἐν ἀσχολίᾳ τὴν θάλασσαν ἐλῄζετο, καὶ Ἴστρους ἔθνος ἕτερον Ἰλλυριῶν ἐς τοῦτο προσελάμβανε, καὶ τοὺς Ἀτιντανοὺς ἀπὸ Ῥωμαίων ἀφίστη. οἱ δέ, ἐπεὶ τὰ Κελτῶν διετέθειτο, εὐθὺς μὲν ἐπιπλεύσαντες αἱροῦσι τοὺς λῃστάς, ἐς νεώτα δὲ ἐστράτευον ἐπὶ Δημήτριον καὶ Ἰλλυριῶν τοὺς συναμαρτόντας αὐτῷ. Δημήτριον μὲν δὴ πρὸς Φίλιππον τὸν Μακεδόνων βασιλέα φυγόντα καὶ αὖθις ἐπιόντα καὶ λῃστεύοντα τὸν Ἰόνιον κτείνουσι, καὶ τὴν πατρίδα αὐτῷ Φάρον συναμαρτοῦσαν ἐπικατέσκαψαν, Ἰλλυριῶν δ᾽ ἐφείσαντο διὰ Πίννην αὖθις δεηθέντα. καὶ δεύτεραι πεῖραί τε καὶ συνθῆκαι πρὸς Ἰλλυριοὺς αὐτοῖς ἐγίγνοντο.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: