previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[7] Ἄγρων ἦν βασιλεὺς Ἰλλυριῶν μέρους ἀμφὶ τὸν κόλπον τῆς θαλάσσης τὸν Ἰόνιον, ὃν δὴ καὶ Πύρρος τῆς Ἠπείρου βασιλεὺς κατεῖχε καὶ οἱ τὰ Πύρρου διαδεξάμενοι. Ἄγρων δ᾽ ἔμπαλιν τῆς τε Ἠπείρου τινὰ καὶ Κόρκυραν ἐπ᾽ αὐτοῖς καὶ Ἐπίδαμνον καὶ Φάρον καταλαβὼν ἔμφρουρα εἶχεν. ἐπιπλέοντος δ᾽ αὐτοῦ καὶ τὸν ἄλλον Ἰόνιον, νῆσος, ὄνομα Ἴσσα, ἐπὶ Ῥωμαίους κατέφυγεν. οἱ δὲ πρέσβεις τοῖς Ἰσσίοις συνέπεμψαν, εἰσομένους τὰ Ἄγρωνος ἐς αὐτοὺς ἐγκλήματα. τοῖς δὲ πρέσβεσιν ἔτι προσπλέουσιν ἐπαναχθέντες Ἰλλυρικοὶ λέμβοι τῶν μὲν Ἰσσίων πρεσβευτὴν Κλεέμπορον, τῶν δὲ Ῥωμαίων Κορογκάνιον ἀναιροῦσιν: οἱ δὲ λοιποὶ διέδρασαν αὐτούς. καὶ ἐπὶ τῷδε Ῥωμαίων ἐπ᾽ Ἰλλυριοὺς ναυσὶν ὁμοῦ καὶ πεζῷ στρατευόντων, Ἄγρων μὲν ἐπὶ παιδίῳ σμικρῷ, Πίννῃ ὄνομα, ἀποθνήσκει, τῇ γυναικὶ τὴν ἀρχὴν ἐπιτροπεύειν τῷ παιδὶ παραδούς, καίπερ οὐκ οὔσῃ μητρὶ τοῦ παιδίου, Δημήτριος δ᾽ Φάρου ἡγούμενος Ἄγρωνι Φ̔άρου τε γὰρ αὐτῆς ἦρχε, καὶ ἐπὶ τῇδε Κορκύρας᾿ παρέδωκεν ἄμφω Ῥωμαίοις ἐπιπλέουσιν ἐκ προδοσίας. οἱ δ᾽ ἐπὶ ταύταις Ἐπίδαμνον ἐς φιλίαν ὑπηγάγοντο, καὶ τοῖς Ἰσσίοις καὶ Ἐπιδαμνίοις πολιορκουμένοις ὑπὸ Ἰλλυριῶν ἐς ἐπικουρίαν ἔπλεον. Ἰλλυριοὶ μὲν δὴ τὰς πολιορκίας λύσαντες ἀνεχώρουν, καί τινες αὐτῶν ἐς Ῥωμαίους, οἱ Ἀτιντανοὶ λεγόμενοι, μετετίθεντο. μετὰ ταῦτα δὲ Ἄγρωνος γυνὴ πρέσβεις ἐς Ῥώμην ἔπεμψε τά τε αἰχμάλωτα ἀποδιδόντας αὐτοῖς καὶ τοὺς αὐτομόλους ἄγοντας, καὶ ἐδεῖτο συγγνώμης τυχεῖν τῶν οὐκ ἐφ᾽ ἑαυτῆς ἀλλ᾽ ἐπὶ Ἄγρωνος γενομένων. οἱ δὲ ἀπεκρίναντο Κόρκυραν μὲν καὶ Φάρον καὶ Ἴσσαν καὶ Ἐπίδαμνον καὶ Ἰλλυριῶν τοὺς Ἀτιντανοὺς ἤδη Ῥωμαίων ὑπηκόους εἶναι, Πίννην δὲ τὴν ἄλλην Ἄγρωνος ἀρχὴν ἔχειν καὶ φίλον εἶναι Ῥωμαίοις, ἢν ἀπέχηταί τε τῶν προλελεγμένων, καὶ τὴν Λίσσον μὴ παραπλέωσιν Ἰλλυρικοὶ λέμβοι δυοῖν πλείονες, καὶ τούτοιν δὲ ἀνόπλοιν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (4 total)
  • Cross-references to this page (4):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: