previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[12] τοῦ δὲ Καίσαρος ἡγουμένου Κελτῶν, οἱ Δαλμάται οἵδε, καὶ ὅσοι ἄλλοι Ἰλλυριῶν τότε μάλιστα διηυτύχουν, Λιβυρνούς, ἕτερον ἔθνος Ἰλλυριῶν, Πρωμόναν πόλιν ἀφείλοντο: οἱ δὲ σφᾶς Ῥωμαίοις ἐπιτρέποντες ἐπὶ τὸν Καίσαρα ἐγγὺς ὄντα κατέφευγον. δὲ ἔπεμψε μέν, καὶ προηγόρευσε τοῖς ἔχουσι τὴν Πρωμόναν ἀποδοῦναι τοῖς Λιβυρνοῖς: οὐ φροντισάντων δὲ ἐκείνων τέλος ἔπεμψε στρατοῦ πολλοῦ, οὓς ἅπαντας ἔκτειναν οἱ Ἰλλυριοί. καὶ Καῖσαρ οὐκ ἐπεξῆλθεν: οὐ γὰρ ἦν οἱ σχολὴ τότε στασιάζοντι πρὸς Πομπήιον. ἐκραγείσης δὲ ἐς πόλεμον τῆς στάσεως μὲν Καῖσαρ μεθ᾽ ὅσων εἶχεν ἐκ Βρεντεσίου χειμῶνος τὸν Ἰόνιον ἐπέρα καὶ Πομπηίῳ κατὰ Μακεδονίαν ἐπολέμει, τοῦ δ᾽ ἄλλου στρατοῦ τὸν μὲν Ἀντώνιος ἐς τὴν Μακεδονίαν ἦγε τῷ Καίσαρι, περῶν καὶ ὅδε τὸν Ἰόνιον χειμῶνος ἄκρου, σπείρας δὲ πεζοῦ πεντεκαίδεκα καὶ τρισχιλίους ἱππέας Γαβίνιος ἦγεν αὐτῷ διὰ τῆς Ἰλλυρίδος, περιοδεύων τὸν Ἰόνιον. οἱ δὲ Ἰλλυριοὶ φόβῳ τῶν οὐ πρὸ πολλοῦ γεγονότων ἐς Καίσαρα, τὴν νίκην αὐτοῦ νομίζοντες ὄλεθρον γενήσεσθαι ἑαυτοῖς, κτείνουσι πάντα τὸν ὑπὸ τῷ Γαβινίῳ στρατὸν ἐπιδραμόντες, χωρὶς αὐτοῦ Γαβινίου καὶ ὀλίγων διαφυγόντων. καὶ ἐς χρήματα τότε μάλιστα καὶ τὴν ἄλλην ἰσχὺν ἐκ τοσῶνδε λαφύρων ἔστησαν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: