previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[51] Σαλαπίνοις δὲ μηνίων εὐθὺς ἐτύπωσεν ἐπιστολὴν τῇ σφραγῖδι Μαρκέλλου, πρὶν αἰσθέσθαι πολλοὺς περὶ τοῦ θανάτου, καὶ αὐτόμολον ἄνδρα Ῥωμαῖον ἔπεμψε φέρειν, δηλοῦντα ὅτι στρατιὰ Μαρκέλλου κατόπιν ἔρχοιτο, καὶ Μάρκελλος αὐτὴν ὑποδέξασθαι κελεύοι. ἄρτι δ᾽ εἰλήφεσαν Κρισπίνου γράμματα, περιπέμψαντος ἐς ἅπαντας ὅτι τῆς Μαρκέλλου σφραγῖδος Ἀννίβας κεκρατήκοι. τὸν οὖν ἄγγελον, ἵνα μὴ παραμένων ἐπιγνοίη τὰ γιγνόμενα, ἀπέπεμψαν ὑποσχόμενοι τὰ προστασσόμενα ποιήσειν, αὐτοὶ δ᾽ ὁπλισάμενοι τὴν ἐνέδραν ἐπὶ τῶν τειχῶν ἀνέμενον. καὶ προσιόντος τοῦ Ἀννίβου μετὰ Νομάδων, οὓς Ῥωμαϊκοῖς ὅπλοις ἐσκεύασε, τὰς μὲν πύλας ἐκ μηχανήματος ἀνέσπασαν ὡς δὴ Μαρκέλλου προσιόντος ἀσμενίζοντες, ἐσδεξάμενοι δὲ ὅσων εὐμαρῶς κρατήσειν ἔμελλον, αὖθις ἐκ τοῦ μηχανήματος αὐτὰς ἐπικαθῆκαν, καὶ τοὺς μὲν ἐσελθόντας ἔκτειναν, τοὺς δ᾽ ἔξω τῶν τειχῶν ἔτι περιεστῶτας ἄνωθεν ἔβαλλόν τε καὶ κατετίτρωσκον. καὶ δευτέρας τῆσδε πείρας Ἀννίβας ἐπὶ τῇ πόλει σφαλεὶς ἀπεχώρει.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: