previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[44] ἐν δὲ Βρεττίοις, οἳ μέρος εἰσὶ τῆς Ἰταλίας, ἀνὴρ ἐκ πόλεως Τισίας φρουρουμένης ὑπὸ τῶν Λιβύων, ἐθίσας ἀεί τι λῄζεσθαι καὶ φέρειν τῷ φρουράρχῳ, καὶ παρὰ τοῦτο αὐτῷ συνήθης ἐς πάντα γεγονὼς καὶ σχεδὸν συστράτηγος, ἤλγει τῶν φρουρῶν ἐς τὴν πατρίδα ὑβριζόντων συνθέμενος οὖν τῷ Ῥωμαίων στρατηγῷ, καὶ πιστὰ δοὺς καὶ λαβών, ἑκάστοτέ τινας ὡς αἰχμαλώτους ἐσῆγεν ἐς τὴν ἄκραν, καὶ τὰ ὅπλα αὐτῶν ἐσέφερεν ὡς σκῦλα. ἐπεὶ δὲ πλέονες ἐγένοντο, ἐξέλυσεν αὐτοὺς καὶ ὥπλισε, καὶ τὴν Λιβύων φρουρὰν ἀνεῖλε, καὶ παρὰ Ῥωμαίων ἄλλην ἐσηγάγετο. Ἀννίβου δὲ οὐ πολὺ ὕστερον παροδεύοντος αὐτούς, οἱ μὲν φρουροὶ καταπλαγέντες ὑπὸ τοῦ δέους ἐξέφυγον ἐς Ῥήγιον, οἱ δὲ Τισιᾶται παρέδωκαν αὑτοὺς τῷ Ἀννίβᾳ. καὶ Ἀννίβας τοὺς μὲν αἰτίους τῆς ἀποστάσεως ἔκαυσε, τῇ δὲ πόλει φρουρὰν ἐπέστησεν ἄλλην.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), TI´SIA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: