previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3] τρίτος δὲ ἐπὶ τοῖσδε στρατηγὸς Ἰβήρων ὑπὸ τῆς στρατιᾶς ἀποδείκνυται, φιλοπόλεμος καὶ συνετὸς εἶναι δοκῶν, Ἀννίβας ὅδε, Βάρκα μὲν υἱὸς ὤν, Ἀσδρούβου δὲ τῆς γυναικὸς ἀδελφός, νέος δὲ κομιδῇ, καὶ ὡς μειράκιον ἔτι τῷ πατρὶ καὶ τῷ κηδεστῇ συνών. καὶ δῆμος Καρχηδονίων αὐτῷ τὴν στρατηγίαν ἐπεψήφισεν. οὕτω μὲν Ἀννίβας, περὶ οὗ τάδε συγγράφω, γίγνεται στρατηγὸς Καρχηδονίων ἐπ᾽ Ἴβηρσι: τῶν δ᾽ ἐχθρῶν τῶν Βάρκα τε καὶ Ἀσδρούβου τοὺς φίλους τοὺς ἐκείνων διωκόντων, καὶ Ἀννίβου τοῦδε καταφρονούντων ὡς ἔτι νέου, ἀρχὴν εἶναι τοῦθ᾽ Ἀννίβας ἐφ᾽ ἑαυτὸν ἡγούμενος, καὶ νομίζων οἱ τὸ ἀσφαλὲς ἐκ τῶν τῆς πατρίδος φόβων περιέσεσθαι, ἐς πόλεμον αὐτοὺς μέγαν ἐμβαλεῖν ἐπενόει. ὑπολαβὼν δ᾽, ὥσπερ ἦν, τὸ Ῥωμαίοις ἐπιχειρῆσαι χρόνιόν τε Καρχηδονίοις ἔσεσθαι, καὶ μεγάλην αὐτῷ δόξαν, εἰ καὶ τύχοι πταίσας, τό γε ἐγχείρημα οἴσειν, λεγόμενος δὲ καὶ ὑπὸ τοῦ πατρὸς ἐπὶ βωμῶν ἔτι παῖς ὁρκωθῆναι Ῥωμαίοις ἐπιβουλεύων οὔ ποτ᾽ ἐκλείψειν, ἐπενόει παρὰ τὰς σπονδὰς τὸν Ἴβηρα διαβῆναι, καὶ παρεσκεύαζέ τινας ἐς πρόφασιν κατηγορεῖν Ζακανθαίων. γράφων τε ταῦτα συνεχῶς ἐς Καρχηδόνα, καὶ προστιθεὶς ὅτι Ῥωμαῖοι κρύφα τὴν Ἰβηρίαν αὐτῶν ἀφιστᾶσιν, ἔτυχε παρὰ Καρχηδονίων πράσσειν τι δοκιμάσειεν. μὲν δὴ τὸν Ἴβηρα διαβὰς τὴν Ζακανθαίων πόλιν ἡβηδὸν διέφθειρε, Ῥωμαίοις δὲ καὶ Καρχηδονίοις ἐπὶ τῷδε ἐλέλυντο αἱ σπονδαὶ αἱ γενόμεναι αὐτοῖς μετὰ τὸν πόλεμον τὸν ἐν Σικελίᾳ.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: