previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[17] καὶ τάδε μὲν ἦν περὶ Ἀννίβαν, Ῥωμαῖοι δὲ τῷ τε μεγέθει τῆς ἥττης τῆς Φλαμινίου καὶ Κεντηνίου περιαλγοῦντες ὡς ἀνάξια σφῶν καὶ παράλογα καὶ ἀθρόα παθόντες, καὶ τὸν πόλεμον ὅλως οὐ φέροντες ἔνδον ὄντα παρ᾽ ἑαυτοῖς, ἄλλα τε κατέλεγον ἐκ Ῥώμης τέλη στρατιωτῶν τέσσαρα μετ᾽ ὀργῆς ἐπὶ τὸν Ἀννίβαν, καὶ τοὺς συμμάχους πανταχόθεν ἤγειρον ἐς Ἰαπυγίαν. ὑπάτους τε αἱροῦνται ἐκ μὲν δόξης πολεμικῆς Λεύκιον Αἰμίλιον τὸν Ἰλλυριοῖς πολεμήσαντα, ἐκ δὲ δημοκοπίας Τερέντιον Οὐάρρωνα, πολλὰ αὐτοῖς ἐκ τῆς συνήθους δοξοκοπίας ὑπισχνούμενον. καὶ αὐτοὺς παραπέμποντες ἐξιόντας ἐδέοντο κρῖναι τὸν πόλεμον μάχῃ, καὶ μὴ τὴν πόλιν ἐκτρύχειν χρόνῳ τε καὶ στρατείαις συνεχέσι καὶ ἐσφοραῖς καὶ λιμῷ καὶ ἀργίᾳ τῆς γῆς δῃουμένης. οἱ δὲ τὴν στρατιὰν τὴν ἐν Ἰαπυγίᾳ προσλαβόντες, καὶ τὸ σύμπαν ἔχοντες πεζοὺς μὲν ἑπτακισμυρίους ἱππέας δ᾽ ἑξακισχιλίους, ἐστρατοπέδευον ἀμφὶ κώμῃ τινὶ καλουμένῃ Κάνναις. καὶ Ἀννίβας αὐτοῖς ἀντεστρατοπέδευεν. φύσει δὲ ὢν φιλοπόλεμος Ἀννίβας καὶ οὔ ποτε φέρων ἀργίαν, τότε μάλιστα τῆς ἀπορίας αὐτὸν ἐνοχλούσης ἐξέτασσε συνεχῶς ἐς μάχην, δεδιὼς μὴ οἱ μισθοφόροι μετάθοιντο διὰ τὴν ἀμισθίαν σκεδασθεῖεν ἐπὶ συλλογὴν ἀγορᾶς. καὶ μὲν οὕτω προὐκαλεῖτο τοὺς πολεμίους.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: